Υπεραγία Θεοτόκος

Κάντε κλίκ στην εικόνα για να διαβάσετε για την Υπεραγία Θεοτόκο.

Τα πρώτα βήματα του Χριστού

Τα πρώτα βήματα του Χριστού
Η εικόνα βρίσκεται στην Ιερά Μονή Αββά Γερασίμου του Ιορδανίτου κοντά στην Ιεριχώ.

Κατηγορίες

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..



facebook rss

Βρες πότε Γιορτάζεις

Ο Σταυρός

Το Σύμβολο της Πίστεως & Ερμηνεία

Πάτερ Ημών & Ερμηνεία

Προσευχή στο Άγιο Πνεύμα

Πως ονομάζονται και ποιοί είναι οι ύμνοι που ψάλλονται στην Εκκλησία;

Νηστειοδρόμιο 2017

Πίνακας με τις νηστείες & καταλύσεις της Ορθοδόξου Εκκλησίας μας

Κομποσκοίνι

Διάβασε όταν..

Πότε κάνω το Σταυρό μου στις ακολουθίες..

Όταν δεν κάνεις σωστά τον Σταυρό σου

Πώς μπαίνω στο Ναό;

Πότε είμαστε όρθιοι κατά τη Θεία Λειτουργία

Πῶς θά γίνουν τά σώματά μας μετά τήν Δευτέρα Παρουσία

Αντίδωρον

Ψαλμοί

Βασιλική. Από το Blogger.
Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Translate

English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Πέμπτη 2 Μαΐου 2013
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


3 ΜΑΪΟΥ 2013

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌΠΑΡΑΣΚΕΥῌ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ ΤΗΣ ΑΠΟΚΑΘΗΛΩΣΕΩΣ



Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



ὁ Ἀναγνώστης: Ἀμήν.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶΘεῷἡμῶν.



Ψαλμὸςργ’ (103)

· · Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

· · Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡςἱμάτιον.

· · Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰὑπερῷα αὐτοῦ.

· · Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγωνἀνέμων.

· · Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦπυρὸς φλόγα.

· · Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

· · Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονταιὕδατα.

· · Ἀπὸἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

· · Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

· · Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲἐπιστρέψουσι καλύψαι τὴν γῆν.

· · Ὁἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. 

· · Ποτιοῦσι πάντα τὰ θηρία τοῦἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

· · Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

· · Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

· · Ὁἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶνἀνθρώπων.

· · Τοῦἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίανἀνθρώπου.

· · Τοῦἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

· · Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃςἐφύτευσας.

· · Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦἐρωδιοῦἡ κατοικία ἡγεῖται αὐτῶν.

· · Ὄρη τὰὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

· · Ἐποίησε σελήνην εἰς καιρούς ὁἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

· · Ἔθου σκότος, καὶἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

· · Σκύμνοι ὠρυόμενοι τοῦἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

· · Ἀνέτειλεν ὁἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

· · Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸἔργον αὐτοῦ, καὶἐπὶ τὴν ἐργασίαν αὐτοῦἕως ἑσπέρας.

· · Ὡς ἐμεγαλύνθη τὰἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳἐποίησας,ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

· · Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖἑρπετὰὧν οὐκ ἔστινἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

· · Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

· · Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

· · Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητοςἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

· · Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶνἐπιστρέψουσιν.

· · Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶἀνακαινιεῖς τὸπρόσωπον τῆς γῆς.

· · Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖςἔργοις αὐτοῦ.

· · Ὁἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁἁπτόμενος τῶνὀρέων, καὶ καπνίζονται.

· · ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

· · Ἠδυνθείη αὐτῷἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

· · Ἐκλείποιεν ἁμαρτωλοὶἀπὸ τῆς γῆς, καὶἄνομοι, ὥστε μὴὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

· · Ὁἥλιοςἔγνωτὴνδύσιναὐτοῦἔθουσκότος, καὶἐγένετονύξ.

· · Ὡςἐμεγαλύνθητὰἔργασου, Κύριεπάνταἐνσοφίᾳἐποίησας.



ΔόξαΠατρί… Καὶνῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ΔόξασοιὁΘεός (ἐκγ‘).

Ἡἐλπὶςἡμῶν, Κύριε, δόξασοι.



· · ἘνεἰρήνῃτοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῆςἄνωθενεἰρήνης, καίτῆςσωτηρίαςτῶνψυχῶνἡμῶν,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῆςεἰρήνηςτοῦσύμπαντοςκόσμου,εὐσταθείαςτῶνἁγίωντοῦΘεοῦἘκκλησιῶν, καίτῆςτῶνπάντωνἑνώσεως,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτοῦἁγίουοἴκουτούτου, καίτῶνμετὰπίστεως, εὐλαβείας,καὶφόβουΘεοῦεἰσιόντωνἐναὐτῷ, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῶνεὐσεβῶνκαὶὀρθοδόξωνχριστιανῶν, τοῦΚυρίουδεηθῶμεν.

· · ὙπέρτοῦἈρχιεπισκόπουἡμῶν, (τοῦδεῖνος), τοῦτιμίουπρεσβυτερίου,τῆςἐνΧριστῷδιακονίας, παντόςτοῦΚλήρουκαίτοῦΛαοῦ,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῆςπόλεωςταύτης,πάσηςπόλεωςκαὶχώραςκαίτῶνπίστειοἰκούντωνἐναὐταῖς,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπὲρεὐκρασίαςἀέρων,εὐφορίαςτῶνκαρπῶντῆςγῆςκαὶκαιρῶνεἰρηνικῶν, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπὲρπλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων,αἰχμαλώτωνκαίτῆςσωτηρίαςαὐτῶν, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτοῦῥυσθῆναιἡμᾶςἀπὸπάσηςθλίψεως, ὀργῆς,κινδύνουκαὶἀνάγκης, τοῦΚυρίουδεηθῶμεν.

· · Ἀντιλαβοῦ, σῶσον, ἐλέησονκαὶδιαφύλαξονἡμᾶς, ὁΘεός, τῇσῇχάριτι.

· · ΤῆςΠαναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,ΔεσποίνηςἡμῶνΘεοτόκουκαὶἀειπαρθένουΜαρίας,μετὰπάντωντῶνἉγίωνμνημονεύσαντες,ἑαυτοὺςκαὶἀλλήλουςκαὶπᾶσαντὴνζωὴνἡμῶν, ΧριστῷτῷΘεῷπαραθώμεθα.

· ὁα’χορός:ΣοὶΚύριε.

Ὅτιπρέπεισοι, πᾶσαδόξα, τιμὴκαὶπροσκύνησις,τῷΠατρὶκαὶτῷΥἱῷκαὶτῷἉγίῳΠνεύματι,νῦνκαὶἀεὶκαὶεἰςτοὺςαἰῶναςτῶναἰώνων.

ὁα’χορός:Ἀμήν.

ὁα’ χορός

Ἦχος α’ Ψαλμὸς ρμ’ (140)

· · Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε,ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.



ὁ β’ χορός

· Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰσοὶὁἱλασμός ἐστιν.

Ἦχος α’

Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ, θεωροῦσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ,ὁἥλιος ἐσκοτίζετο, καὶ γῆς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῷ τὰ πάντα κτίσαντι, ὁἑκουσίως δι’ ἡμᾶς ὑπομείνας, Κύριε δόξα σοι.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ…

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτωἸσραηλ ἐπὶ τὸν Κύριον.

Ἦχος β’

Λαὸς δυσσεβὴς καὶ παράνομος, ἵνα, τί μελετᾷ κενά; ἵνα τί τὴν ζωὴν τῶνἁπάντων θανάτῳ κατεδίκασε; Μέγα θαῦμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμου, εἰς χεῖρας ἀνόμων παραδίδοται, καὶἐπὶ ξύλου ἀνυψοῦται, ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν ᾅδῃ δεσμώτας ἐλευθερώσῃ κράζοντας. Μακρόθυμε Κύριε δόξα σοι. 

ὁ β’ χορός

Στίχ.Ὅτι παρὰ τῷ Κυρίῳ τὸἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 

ἦχος ὁ αὐτὸς

Σήμερον σὲ θεωροῦσα, ἡἄμεμπτος Παρθένος, ἐν Σταυρῷ Λόγε ἀναρτώμενον,ὀδυρομένη μητρῷα σπλάγχνα, ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσαὀδυνηρῶς ἐκ βάθους ψυχῆς, παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο, διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραγε γοερῶς. Οἴμοι θεῖον Τέκνον! οἴμοι τὸφῶς τοῦ Κόσμου! τὶἔδυς ἐξ ὀφθαλμῶν μου, ὁἈμνὸς τοῦ Θεοῦ; ὅθεν αἱ στρατιαὶτῶν Ἀσωμάτων, τρόμῳ, συνείχοντο λέγουσαι. Ἀκατάληπτε Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ἦχος ὁ αὐτὸς

Ἐπὶ ξύλου βλέπουσα, κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡσὲἀσπόρως τεκοῦσα, ἐβόα πικρῶς. Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; οὐ φέρω καθορᾶν σε, ἀδίκως σταυρούμενον, σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἴδω κἀγώ, σοῦ τὴν ἐκ νεκρῶν, τριήμερον ἐξανάστασιν.

ὁ β’ χορός

Ὅτι ἐκραταιώθη τὸἔλεος αὐτοῦἐφ’ ἡμᾶς, καὶἡἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.

Ἦχος πλ. β’

Σήμερον ὁ Δεσπότης τῆς κτίσεως, παρίσταται Πιλάτῳ, καὶ σταυρῷπαραδίδοται ὁ Κτίστης τῶν ἁπάντων, ὡς ἀμνὸς προσαγόμενος τῇἰδίᾳ βουλήσει, τοῖς ἥλοις προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, καὶ τῷσπόγγῳ προσψαύεται, ὁ μάννα ἐπομβρήσας, τὰς σιαγόνας ῥαπίζεται, ὁΛυτρωτὴς τοῦ Κόσμου, καὶὑπὸ τῶν ἰδίων δούλων ἐμπαίζεται, ὁ Πλάστης τῶνἁπάντων. Ὢ Δεσπότου φιλανθρωπίας! ὑπὲρ τῶν σταυρούντων παρεκάλει τὸν ἴδιον Πατέρα, λέγων. Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ, γὰρ οἴδασιν οἱἄνομοι, τὶἀδίκως πράττουσιν.

ὁ α’ χορός

Δόξα Πατρὶ… Ἦχος πλ. β’

Ὢ! πῶς ἡ παράνομος συναγωγή, τὸν Βασιλέα τῆς Κτίσεως κατεδίκασε θανάτῳ, μὴ αἰδεσθεῖσα τὰς εὐεργεσίας, ἃς ἀναμιμνήσκων, προησφαλίζετο λέγων πρὸς αὐτούς. Λαός μου τὶἐποίησα ὑμῖν, οὐ θαυμάτων ἐνέπλησα τὴνἸουδαίαν, οὐ νεκροὺς ἐξανέστησα μόνω τῶ λόγῳ; οὐ πᾶσαν μαλακίανἐθεράπευσα καὶ νόσον, τὶ οὖν μοιἀνταποδίδοτε; εἰς τὶἀμνημονεῖτέ μου; ἀντὶτῶν ἰαμάτων πληγὰς μοιἐπιθέντες, ἀντὶ ζωῆς νεκροῦντες, κρεμῶντες ἐπὶξύλου, ὡς κακοῦργον, τὸν εὐεργέτην, ὡς παράνομον, τόν νομοδότην, ὡς κατάκριτον, τὸν πάντων βασιλέα. Μακρόθυμε Κύριε δόξα σοι.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος ὁ αὐτὸς

Φοβερὸν καὶ παράδοξον Μυστήριον, σήμερον ἐνεργούμενον καθορᾶται.Ὁἀναφὴς κρατεῖται, δεσμεῖται, ὁ λύων τὸν Ἀδὰμ τῆς κατάρας. Ὁἐτάζων καρδίας καὶ νεφρούς, ἀδίκως ἐτάζεται, εἱρκτῇ κατακλείεται, ὁ τὴν ἄβυσσον κλείσας, Πιλάτῳ παρίσταται, ᾧ τρόμῳ παρίστανται οὐρανῶν αἱ Δυνάμεις,ῥαπίζεται χειρὶ τοῦ πλάσματος, ὁ Πλάστης, ξύλῳ κατακρίνεται, ὁ κρίνων ζῶντας καὶ νεκρούς, τάφῳ κατακλείεται, ὁ καθαιρέτης τοῦ ᾍδου. Ὁ πάντα φέρων συμπαθῶς, καὶ πάντας σώσας τῆς ἀρᾶς, ἀνεξίκακε Κύριε δόξα σοι. 

Εἴσοδος.

Σοφία Ὀρθοί !



Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάρκαρος,Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σεἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸὁκόσμος σὲ δοξάζει.



Ἑσπέρας Προκείμενον

ὁ α’ χορός

Ἦχος δ’

Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

ὁβ’ χορός

Διεμερίσαντοτὰἱμάτιάμουἑαυτοῖς, καὶἐπὶτὸνἱματισμόνμουἔβαλονκλῆρον.

ὁ α’ χορός

Στίχ.Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τίἐγκατέλιπές με;

Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 

Τῆς Ἐξόδου τὸἈνάγνωσμα

(Κεφ. ΛΓ’ 11-23)

Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἲ τις λαλήσει πρὸς τὸνἑαυτοῦ φίλον, καὶἀπελύετο εἰς τὴν παρεμβολήν. Ὁ δὲ θεράπων Ἰησοῦς, υἱὸς Ναυῆ νέος, οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον.Ἰδοὺ σὺ μοι λέγεις, Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετ’ ἐμοῦ. Σὺ δὲ μοι εἶπας. Οἶδά σε παρὰ πάντας, καὶ χάρινἔχεις παρ’ ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν,ἵνα γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου, καὶἵνα γνῶ, ὅτι λαός σου τὸἔθνος τὸ μέγα τοῦτο. Καὶ λέγει. Αὐτὸς προπορεύσομαί σου, καὶκαταπαύσω σε, καὶ εἶπε πρὸς αὐτόν. Εἰ μὴ σὺ αὐτὸς συμπορεύσῃ μεθ’ ἡμῶν, μὴ μεἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶὁ λαός σου, ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν; καὶἐνδοξασθήσομαι ἐγώ τε, καὶὁ λαός σου παρὰ πάντα τὰἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστιν. Εἶπε δὲ Κύριος πρὸς Μωϋςῆν. Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω, εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας. Καὶ λέγει Μωϋσῆς. Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν. Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷὀνόματί μου. Κύριος ἐναντίον σου, καὶἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν, οὐ δυνήσῃἰδεῖν τὸ πρόσωπόν μου, οὐ γὰρ μὴἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶζήσεται. Καὶ εἶπε Κύριος, ἰδοὺ τόπος παρ’ ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας,ἡνίκα δ’ ἂν παρέλθῃ ἡ δόξα μου, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶσκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω, καὶἀφελῶ τὴν χεῖρά μου, καὶτότε ὄψει τὰὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.



Προκείμενον Ἦχος δ’

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με.

Στίχ.Ἀνταπεδίδοσάν μοι πονηρά, ἀντὶἀγαθῶν.



Ἰὼβ τὸἈνάγνωσμα

(Κεφ. ΜΒ’, 12-17)

Εὐλόγησε Κύριος τὰἔσχατα τοῦἸὼβ μᾶλλον, ἢ τὰἔμπροσθεν, ἦν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. Γεννῶνται δὲ αὐτῷ υἱοὶἑπτά, καὶθυγατέρες τρεῖς. Καὶἐκάλεσε τὴν μὲν πρώτην, Ἡμέραν, τὴν δὲ δευτέραν, Κασσίαν, τὴν δὲ τρίτην, Ἀμαλθαίας κέρας. Καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰώβ, βελτίους αὐτῶν ἐν τῇὑπ’ οὐρανόν, ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. Ἔζησε δὲἸώβ, μετὰ τὴν πληγήν, ἔτη ἑκατὸνἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα. Καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν, καὶἐτελεύτησεν Ἰὼβ πρεσβύτερος, καὶ πλήρης ἡμερῶν. Γέγραπται δέ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν. Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆςἸδουμαίας, καὶἈραβίας, προϋπῆρχε δὲ αὐτῷὄνομα, Ἰωβάβ, λαβὼν δὲ γυναῖκαἈράβισσαν, γεννᾷ υἱόν, ὧὄνομα Ἑνών. ‘Ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρέ, ἐκ τῶνἩσαῦ υἱῶν υἱός, μητρὸς δὲ Βοσόῤῥας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸἈβραάμ.

Προφητείας Ἡσαΐου τὸἈνάγνωσμα

(Κεφ. ΝΒ’, 13 – ΝΔ’, 1)

Τάδε λέγει Κύριος. Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶὑψωθήσεται, καὶδοξασθήσεται, καὶ μετεωρισθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲπολλοί, οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου, καὶἡ δόξα σου ἀπὸυἱῶν ἀνθρώπων. Οὕτω θαυμάσονται ἔθνη πολλὰἐπ’ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν, ὅτι, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳοὐκ ἀκηκόασι, συνήσουσι. Κύριε, τὶς ἐπίστευσε τῇἀκοῇἡμῶν, καὶὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν, ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζαἐν γῇ διψώσῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦἄτιμον, καὶἐκλεῖπον παρὰπάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶἡμῶν ὀδυνᾶται, καὶἡμεῖςἑλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶἐν πληγῇὑπὸ Θεοῦ, καὶἐν κακώσει. Αὐτὸς δὲἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰςἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦἡμεῖςἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἀνθρωπος τῇὁδῷαὐτοῦἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶαὐτὸς διὰ τὸ κεκακῶσθαι, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶσφαγὴν ἤχθη, καὶὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ, ἡ κρίσις αὐτοῦἤρθη, τὴν δὲγενεὰν αὐτοῦ τὶς διηγήσεται; ὅτι αἲρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶνἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηρούς, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους, ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ βούλεται Κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς. Ἐὰν δῶτε περὶἁμαρτίας, ἡ ψυχὴὑμῶνὄψεται σπέρμα μακρόβιον, καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦἀφελεῖν ἀπὸτοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸςἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖσκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶἐν τοῖς ἀνόμοιςἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Εὐφράνθητι στεῖρα, ἢ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον Ἦχος πλ. β’

Ἔθεντό μεἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶἐν σκιᾷ θανάτου.

Στίχ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα.



Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

(Κεφ. Α’ 18 – Β’, 2)

Ἀδελφοί, ὁ λόγος ὁ τοῦ Σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲσωζομένοις ἡμῖν δύναμις Θεοῦἐστι. Γέγραπται γάρ. Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦΚόσμου τούτου; Ἐπειδὴ γάρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ Κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶἸουδαῖοι σημεῖον αἰτοῦσι, καὶἝλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶἝλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότερον τῶνἀνθρώπων ἐστί. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶκατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, ἀλλὰ τὰ μωρὰ τοῦΚόσμου ἐξελέξατο ὁ Θεός, ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰἀσθενῆ τοῦΚόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰἰσχυρά, καὶ τὰἀγενῆ τοῦΚόσμου καὶ τὰἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴὄντα, ἵνα τὰὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σάρξ ἐνώπιον τοῦ Θεοῦ. Ἐξ αὐτοῦδὲὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶἁγιασμὸς καὶἀπολύτρωσις, ἵνα, καθὼς γέγραπται. ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω, κἀγὼ δέ, ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον, οὐ καθ’ὑπεροχὴν λόγου, ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ, οὐ γὰρἔκρινα τοῦ εἰδέναι τιἐν ὑμῖν, εἰ μὴἸησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. 

Ἀλληλούϊα Ἦχος πλ. α’

Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. 

Στίχ. Καὶἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν μεὄξος.

Στίχ. Σκοτισθήτωσαν οἱὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν.



Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Τῷ καιρῷἐκείνῳ, συμβούλιον ἔλαβον…

… καθήμεναι ἀπέναντι τοῦ τάφου.



· Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

· Κύριε ἐλέησον (ἃπαξ)

· · Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου,ἐπάκουσον καὶἐλέησον.

· Κύριε ἐλέησον (ἃπαξ)

· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου,ἐπάκουσον καὶἐλέησον.

· ·Κύριε ἐλέησον (ἐκ τρίτου)

· Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

· Κύριε ἐλέησον (ἐκ τρίτου)

· Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων,ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷἡμῶν ἀδελφότητος.

· Κύριε ἐλέησον (ἐκ τρίτου)

· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,ἐπισκέψεως, συγχωρήσεως καὶἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν,ἐπιτρόπων, συνδρομητῶν καὶἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

· Κύριε ἐλέησον (ἐκ τρίτου)

· · Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶἀοιδίμων κτιτόρων τῆς ἁγίαςἘκκλησίας ταύτης, καὶὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶἁπανταχοῦὀρθοδόξων.

· Κύριε ἐλέησον (ἐκ τρίτου)

· · Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιονἔλεος.

Κύριε ἐλέησον (ἃπαξ)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξανἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.



ὉἈναγνώστης: Ἀμήν. 

Καταξίωσον, Κύριε, ἐν τῇἑσπέρα ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶδεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸἔλεός σουἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰδικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸἔλεός σου εἰς τὸν αἰῶνα, τὰἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπειὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



· · Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

· Κύριε ἐλέησον.

· · Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇχάριτι. 

· Κύριε ἐλέησον.

· · Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.

· Παράσχου Κύριε.

· · Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

· Παράσχου Κύριε. 

· · Συγγνώμην καὶἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

· Παράσχου Κύριε.

· · Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.

· Παράσχου Κύριε.

· · Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.

· Παράσχου Κύριε.

· · Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦαἰτησώμεθα.

· Παράσχου Κύριε.

· · Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷτῷ Θεῷ παραθώμεθα.

· Σοὶ Κύριε.

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξανἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

Ὁ Χορός:Ἀμήν.



Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.



Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶἐπὶ τὴν κληρονομίαν σου. Σοὶγὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπωνἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴνἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸπάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶἐνθυμήσεων πονηρῶν.



Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:Ἀμήν. 


Ἀπόστιχα

Στιχηρὰ Αὐτόμελα

Ἦχος β’( μέλος ἀργὸν εἱρμολογικὸν)

Ψάλλεται ὑπὸ ἀμφοτέρων τῶν χορῶν κατὰ τὴν ἐντὸς τοῦ ναοῦ περιφορὰν τοῦ Ἐπιταφίου

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν, ὁἈριμαθαίας καθεῖλε, τὴν τῶν ἁπάντων ζωήν, σμύρνῃ καὶ σινδόνι σε Χριστὲἐκήδευσε, καὶ τῷ πόθῳ ἠπείγετο, καρδίᾳ, καὶχείλει, σῶμα τὸἀκήρατον, σοῦ περιπτύξασθαι, ὅμως συστελλόμενος φόβῳ, χαίρων ἀνεβόα σοι. Δόξα, τῇ συγκαταβάσει σου Φιλάνθρωπε. 

ὁ α’ χορός

Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

( μέλος σύντομον εἱρμολογικὸν)

Ὅτε ἐν τῷ τάφῳ τῷ καινῷ, ὑπὲρ τοῦ παντὸς κατετέθης, ὁ Λυτρωτὴς τοῦπαντός, ᾍδης ὁ παγγέλαστος, ἰδὼν σεἔπτηξεν, οἱ μοχλοὶ συνετρίβησαν,ἐθλάσθησαν πύλαι, μνήματα ἠνοίχθησαν, νεκροὶἀνίσταντο, τότε ὁἈδὰμ εὐχαρίστως, χαίρων ἀνεβόα σοι. Δόξα, τῇ συγκαταβάσει σου Φιλάνθρωπε. 

ὁ β’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν Οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

( μέλος σύντομον εἱρμολογικὸν)

Ὅτε ἐν τῷ τάφῳ σαρκικῶς, θέλων συνεκλείσθης ὁ φύσει, τῇ τῆς θεότητος, μένων ἀπερίγραπτος, καὶἀδιόριστος, τὰ θανάτου ἀπέκλεισας, ταμεῖα καὶᾍδου, ἅπαντα ἐκένωσας, Χριστὲ βασίλεια, τότε καὶ τὸ Σάββατον τοῦτο, θείας εὐλογίας καὶ δόξης, καὶ τῆς σῆς λαμπρότητος ἠξίωσας. 

ὁ α’ χορός

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

( μέλος σύντομον εἱρμολογικὸν)

Ὅτε αἱ δυνάμεις σε Χριστέ, πλάνον ὑπ’ ἀνόμων ἑώρων, συκοφαντούμενον,ἔφριττον τὴν ἄφατον, μακροθυμίαν σου, καὶ τὸν λίθον τοῦ μνήματος, χερσὶσφραγισθέντα, αἷς σου τὴν ἀκήρατον, πλευρὰν ἐλόγχευσαν, ὅμως τῇἡμῶν σωτηρία, χαίρουσαι ἐβόων σοι. Δόξα, τῇ συγκαταβάσει σου, Φιλάνθρωπε. 

ὁ β’ χορός

Ἦχος πλ. α’

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ἰδιόμελον

Σὲ τὸνἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνονἀναλαβών, ὀδυρόμενος ἔλεγεν. Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦὁἥλιοςἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶἡ γῆ τῷ φόβωἐκυμαίνετο, καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα, ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲἑκουσίως ὑπελθόντα θάνατον, πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇἈναστάσει, κραυγάζων. Κύριε δόξα σοι.



ὁ προεστὼς:Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃἡτοίμασας κατὰπρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦσου Ἰσραήλ.



ὉἈναγνώστης:Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς(ἐκ γ’).

Δόξα Πατρὶ… Καὶ νῦν…

· · Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

· · Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

· · Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

· · Ἅγιε, ἐπίσκεψαι καὶἴασαι τὰς ἀσθενείας ἡμῶν,

· · ἕνεκεν τοῦὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶἄφες ἡμῖν τὰὀφειλήματα ἡμῶν, ὡς καὶἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶἡ δύναμις καὶἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦκαί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



Ἀπολυτίκια Ἦχος β’

ὁ α’ χορός

Ἀμήν.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

ὁ β’ χορός

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

ὁ α’ χορός

Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁἌγγελος ἐβόα. Τὰ μῦρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστός, δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.



Ἀπόλυσις

«...ὁ δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν τά φρικτά Πάθη καί τόν ζωοποιόν Σταυρόν καί τήν ἑκούσιον ταφήν σαρκί καταδεξάμενος Χριστός ὁ ἀληθινός…»

0 σχόλια:

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..
Χαῖρε, Ξύλον μακάριον.
Recommended Post Slide Out For Blogger
Related Posts Plugin for WordPress, Blogger...

Ιησούς Χριστός

Κάντε κλίκ στην εικόνα, για να διαβάσετε για τον Ιησού Χριστό.

Σήμερα τιμούμε:

Αναγνώστες

Άγιος Νεκτάριος

Αφιέρωμα στον Άγιο προστάτη μου.

Κατεβάστε την android εφαρμογή μας.

Άγιον Όρος/Διαμονή

Βοήθησε κι εσύ

Βοήθησε και συ αν μπορείς, στην Ανέγερση Ιερού Ναού του Αγίου Αντωνίου

Ακούστε Ζωντανά

Ενοχικά παθήματα....

Εξομολόγηση

Οι αιτίες που κάνουν την Πίστη στο Θεό να εξασθενεί και να πεθαίνει.

Χρειάζεσαι Βοήθεια;

Προσθέστε το banner μας

Φιλικά Ορθόδοξα Sites

Δωρεάν Ορθόδοξες εφαρμογές για το κινητό ή το tablet σας. (Free Greek Orthodox Apps on Google Play)

Βιβλίο Επισκεπτών

Προβολές σελίδας

Επισκέπτες

free counters