Υπεραγία Θεοτόκος

Κάντε κλίκ στην εικόνα για να διαβάσετε για την Υπεραγία Θεοτόκο.

Τα πρώτα βήματα του Χριστού

Τα πρώτα βήματα του Χριστού
Η εικόνα βρίσκεται στην Ιερά Μονή Αββά Γερασίμου του Ιορδανίτου κοντά στην Ιεριχώ.

Κατηγορίες

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..



facebook rss

Βρες πότε Γιορτάζεις

Ο Σταυρός

Το Σύμβολο της Πίστεως & Ερμηνεία

Πάτερ Ημών & Ερμηνεία

Προσευχή στο Άγιο Πνεύμα

Πως ονομάζονται και ποιοί είναι οι ύμνοι που ψάλλονται στην Εκκλησία;

Νηστειοδρόμιο 2017

Πίνακας με τις νηστείες & καταλύσεις της Ορθοδόξου Εκκλησίας μας

Κομποσκοίνι

Διάβασε όταν..

Πότε κάνω το Σταυρό μου στις ακολουθίες..

Όταν δεν κάνεις σωστά τον Σταυρό σου

Πώς μπαίνω στο Ναό;

Πότε είμαστε όρθιοι κατά τη Θεία Λειτουργία

Πῶς θά γίνουν τά σώματά μας μετά τήν Δευτέρα Παρουσία

Αντίδωρον

Ψαλμοί

Βασιλική. Από το Blogger.
Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Translate

English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Πέμπτη 2 Μαΐου 2013
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


3 ΜΑΪΟΥ 2013

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ

ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

ΠΟΙΗΜΑ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ

ΑΛΕΞΑΝΔΡΕΙΑΣ


ΩΡΑ ΠΡΩΤΗ


Εὐλογήσαντος τοῦἹερέως, λέγομεν. Βασιλεῦ οὐράνιε…, Τρισάγιον, Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦἐστιν…,Κύριε ἐλέησον, ιβ’. Δόξα… Καὶνῦν… · 


· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶΘεῷἡμῶν. 

καὶ τοὺς ἑπομένους ψαλμούς.

Ψαλμὸς ε’(5)

Τὰῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωΐ παραστήσομαί σοι, καὶἐπόψει με,ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲδιαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺςἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲἐν τῷ πλήθει τοῦἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνη σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεωγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, κρῖνον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸτῶν διαβουλιῶν αὐτῶν, κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς,ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱἐλπίζοντες ἐπὶ σέ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱἀγαπῶντες τὸὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον. Κύριε, ὡςὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

Ψαλμὸς β’(2)

Ἵνα τίἐφρύαξαν ἔθνη, καὶ λαοὶἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ Κυρίου, καὶ κατὰτοῦ Χριστοῦ αὐτοῦ. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶἀπορῥίψωμεν ἀφ’ἡμῶν τὸν ζυγὸν αὐτῶν, ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶὁΚύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶἐν τῷ θυμῶ αὐτοῦ ταράξει αὐτούς. Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ, ἐπὶΣιὼν ὄρος τὸἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρὸς με. Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶδώσω σοιἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Καὶ νύν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶἀγαλλιᾶσθε αὐτῷἐν τρόμῳ. Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Ὅτανἐκκαυθῇἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.

Ψαλμὸς κα’(21)

Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι, ἵνα τίἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου, ὁ Θεός μου, κεκράξομαιἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Σὺ δὲἐν Ἁγίῳκατοικεῖς, ὁἔπαινος τοῦἸσραήλ. Ἐπὶ σοὶἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶἐῤῥύσω αὐτούς. Πρὸς σὲἐκέκραξαν, καὶἐσώθησαν, ἐπὶ σοὶἤλπισαν, καὶ οὐκατῃσχύνθησαν. Ἐγὼ δὲ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων, καὶἐξουθένημα λαοῦ. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησανἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν, ὅτι σὺ εἶὁἐκσπάσας μεἐκ γαστρός, ἡἐλπίς μουἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σὲἐπεῤῥίφην ἐκ μήτρας. Ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ, μὴἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁβοηθῶν μοι. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με.Ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων, καὶὠρυόμενος.Ὡσεὶὕδωρ ἐξεχύθη, καὶ διεσκορπίσθη πάντα τὰὀστᾶ μου. Ἐγενήθη ἡ καρδία μου ὡσεί κηρός, τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. Ἐξηράνθη ὡς ὄστρακονἡἰσχύς μου, καὶἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴπονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου,ἐξηρίθμησαν πάντα τὰὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν, καὶἐπεῖδόν με. Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶἐπὶ τόν ἱματισμόν μου ἔβαλον κλῆρον. Σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ’ ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες. Ῥῦσαι ἀπὸῥομφαίας τὴν ψυχήν μου, καὶἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῷσόν με ἐκ στόματος λέοντος, καὶἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳἐκκλησίας ὑμνήσω σε, οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἃπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν. Φοβηθήτω δὴἀπ’ αὐτοῦἃπαν τὸ σπέρμαἸσραήλ, ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲἀπέστρεψε τὸ πρόσωπον αὐτοῦἀπ’ ἐμοῦ, καὶἐν τῷ κεκραγέναι με πρὸς αὐτόν, εἰσήκουσέ μου. Παρὰ σοῦὁἔπαινός μου, ἐν ἐκκλησίᾳ μεγάληἐξομολογήσομαί σοι, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων σε. Φάγονται πένητες, καὶἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱἐκζητοῦντες αὐτόν, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Μνησθήσονται καὶἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶπροσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ὅτι τοῦ Κυρίουἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ἒφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱκαταβαίνοντες εἰς γῆν. Καὶἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰἡἐρχομένη, καὶἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.



Δόξα Πατρὶ… Καὶ νῦν…Ἀλληλούϊα, γ’ Κύριε ἐλέησον, γ’

Δόξα Πατρὶ…

Τροπάριον Ἦχος α’

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦἐχθροῦ, οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος, ἔσωσαςἡμᾶς, δόξα σοι.

Καὶ νῦν… Θεοτοκίον

Τί σε καλέσωμεν, ὢ Κεχαριτωμένη; οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον; ὅτι ἐβλάστησας τὸἄνθος τῆς ἀφθαρσίας. Παρθένον, ὅτι ἔμεινας ἄφθορος. Ἁγνήν, Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαιςἀγκάλαις Υἱόν, τὸν πάντων Θεόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Εἶτα τὰἑπόμενα τρία

ΣτιχηρὰἸδιόμελα ψαλλόμενα βραδυμελέστερον

ὁ α’χορὸς

Ἦχος πλ. δ’

Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων, καὶ τὰς ἰδίας ἀκτῖνας, ὁἥλιος κρύπτει, Δεσπότην ὁρῶν σταυρούμενον.

ὁ β’χορὸς

Στίχ. Ἵνα τίἐφρύαξαν ἔθνη, καὶ λαοὶἐμελέτησαν κενά;

Ὡς πρόβατον ἐπὶ σφαγήν, ἤχθης Χριστὲ Βασιλεῦ, καὶὡς ἀμνὸς ἄκακος, προσηλώθης τῶ σταυρῶ, ὑπὸ τῶν παρανόμων ἀνδρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν Φιλάνθρωπε. 

ὁ α’χορὸς

Δόξα Πατρί…

ὁ β’χορὸς

Καὶ νῦν…

ὁ α’χορὸς

Τοῖς συλλαβοῦσί σε παρανόμοις, ἀνεχόμενος οὕτως ἐβόας Κύριε. Εἰκαὶἐπατάξατε τὸν ποιμένα, καὶ διεσκορπίσατε τὰ δώδεκα πρόβατα τοὺς Μαθητάς μου, ἠδυνάμην πλείους, ἢ δώδεκα λεγεῶνας, παραστῆσαι Ἀγγέλων,ἀλλὰ μακροθυμῶ, ἵνα πληρωθῇ, ἃἐδήλωσα ὑμῖν διὰ τῶν Προφητῶν μου,ἄδηλα καὶ κρύφια. Κύριε δόξα σοι.

Προκείμενον Ἦχος δ’. Ψαλμὸς μ’(40)

Ἐξεπορεύετο ἔξω, καὶἐλάλει ἐπὶ τὸ αὐτό.

Στίχ.Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.

Προφητείας Ζαχαρίου τὸἈνάγνωσμα

(Κεφ. ΙΑ’, 10-13)

Τάδε λέγει Κύριος. Λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶἀποῤῥίψω αὐτήν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς, καὶδιασκεδασθήσεται ἐν τῇἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰπρόβατα τὰ φυλασσόμενά μοί, διότι λόγος Κυρίου ἐστί. Καὶἐρῶ πρὸς αὐτούς. Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢἀπείπασθε, καὶἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρὸς με. Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψομαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθηνὑπὲρ αὐτῶν. Καὶἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, καθὰ συνέταξέ μοι Κύριος.

Πρὸς Γαλάτας ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

(Κεφ. ς’ 14-18)

Ἀδελφοί, ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴἐν τῷ Σταυρῶ τοῦ Κυρίου ἡμῶνἸησοῦ Χριστοῦ, δι’ οὗἐμοὶ Κόσμος ἐσταύρωται, κἀγὼ τῷ Κόσμῳ. Ἐν γὰρ ΧριστῷἸησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτούς, καὶἔλεος, καὶἐπὶτὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ, κόπους μοὶ μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰστίγματα τοῦ Κυρίου Ἰησοῦἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίουἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.

Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Τῷ καιρῷἐκείνῳ, πρωΐας γενομένης…

… καὶἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

Εὐθὺς ὁ Ἀναγνώστης:

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπωςὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

Εἶτα, Τρισάγιον, Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦἐστιν…, καὶτὸ παρὸν

Κοντάκιον Ἦχος πλ. δ’

Τὸν δι’ ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺὑπάρχεις ὁΥἱὸς καὶ Θεός μου.

Κύριε ἐλέησον μ’

Ὁἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶἐπὶ γῆς προσκυνούμενος καὶδοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁπολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁπάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶἡμῶν ἐν τῇὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματαἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶῥῦσαι ἡμᾶςἀπὸ πάσης θλίψεως, κακῶν καὶὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις,ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γ’

Δόξα Πατρί… Καὶ νῦν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲμεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

ὁ Ἱερεὺς:Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…



καὶ τὴν παροῦσαν 

Εὐχὴν

Χριστέ, τὸ φῶς τὸἀληθινόν, τὸ φωτίζον καὶἁγιάζον πάντα ἄνθρωπονἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου,ἵνα ἐν αὐτῷὀψώμεθᾳ φῶς τὸἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν.


ΩΡΑ ΤΡΙΤΗ

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶΘεῷἡμῶν.

Εἶτα τοὺς ἑπομένους Ψαλμούς.

Ψαλμὸς λδ’(34)

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με πολέμησον τοὺς πολεμοῦντάς με.Ἐπιλαβοῦ, ὅπλου καὶ θυρεοῦ, καὶἀνάστηθι εἰς τὴν βοήθειαν μου. Ἒκχεονῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με. Εἶπον τῇψυχῇ μου. Σωτηρία σου εἰμὶἐγώ. Αἰσχυνθήτωσαν, καὶἐντραπήτωσαν οἱζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰὀπίσω, καὶκαταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. Γενηθήτωσαν ὡσεὶ χνοὺς κατὰπρόσωπον ἀνέμου, καὶἊγγελος Κυρίου ἐκθλίβων αὐτούς. Γενηθήτω ἡὁδός αὐτῶν σκότος καὶὀλίσθημα, καὶἌγγελος Κυρίου καταδιώκων αὐτούς. Ὅτι δωρεὰν ἔκρυψάν μοι, διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν, καὶἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷΚυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰὀστᾶ μου ἐροῦσι. Κύριε, Κύριε, τὶς ὅμοιός σοι; Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶπτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Ἀναστάντες μοι μάρτυρεςἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Ἀνταπεδίδοσάν μοι πονηρὰἀντὶἀγαθῶν, καὶἀτεκνίαν τῇ ψυχῇ μου. Ἐγὼ δέ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον, καὶἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Ὡς πλησίον, ὡς ἀδελφῷἡμετέρῳ, οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. Καὶ κατ’ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν, συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες, καὶ οὐκἔγνων. Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν, ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. Κύριε, πότε ἐπόψει;ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. Ἐξομολογήσομαί σοιἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. Μὴἐπιχαρείησάν μοι οἱἐχθραίνοντές μοιἀδίκως, οἱ μισοῦντές με δωρεάν, καὶ διανεύοντες ὀφθαλμοῖς. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰἐλάλουν, καὶἐπ’ ὀργὴν δόλους διελογίζοντο. Ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπον. Εὖγε, εὖγε, εἶδον οἱὀφθαλμοὶἡμῶν. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς. Κύριε, μὴἀποστῇς ἀπ’ἐμοῦ. Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου, καὶὁ Κύριός μου, εἰς τὴν δίκην μου. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁΘεός μου, καὶ μὴἐπιχαρείησάν μοι. Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν. Εὖγε, εὖγε τῇ ψυχῇἡμῶν, μηδὲ εἴποιεν, Κατεπίομεν αὐτόν. Αἰσχυνθείησαν, καὶἐντραπείησαν ἅμα οἱἐπιχαίροντες τοῖς κακοῖς μου. Ἐνδυσάσθωσαν αἰσχύνην, καὶἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ’ ἐμέ. Ἀγαλλιάσθωσαν, καὶεὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διαπαντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. Καὶἡγλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

Ψαλμὸς ρη’(108)

Ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ’ ἐμὲἠνοίχθη. Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσουςἐκύκλωσάν με, καὶἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦἀγαπᾶν με, ἐνδιέβαλλὸν με, ἐγὼ δὲ προσηυχόμην. Καὶἔθεντο κατ’ ἐμοῦ κακὰἀντὶἀγαθῶν, καὶ μῖσοςἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱἡμέραι αὐτοῦὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶαὐτοῦὀρφανοί, καὶἡ γυνὴ αὐτοῦ χήρα. Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶαὐτοῦ, καὶἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσανἀλλότριοι τοὺς πόνους αὐτοῦ. Μὴὑπαρξάτω αὐτῷἀντιλήπτωρ, μηδὲγενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰςἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷἐξαλειφθείη τὸὄνομα αὐτοῦ. Ἀναμνησθείηἡἀνομία τῶν πατέρων αὐτοῦἔναντι Κυρίου, καὶἡἁμαρτία τῆς μητρὸς αὐτοῦμὴἐξαλειφθείη. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντός, καὶἐξολοθρευθείηἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶκατεδίωξεν ἄνθρωπον πένητα, καὶ πτωχόν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Καὶἠγάπησε κατάραν, καὶἤξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ. Καὶἐνεδύσατο κατάραν, ὡς ἱμάτιον, καὶ εἰσῆλθεν, ὡσεὶὕδωρ, εἰς τὰἔγκατα αὐτοῦ, καὶὡσεὶἔλαιον, ἐν τοῖς ὀστέοις αὐτοῦ. Γενηθήτω αὐτῷὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται. Τοῦτο τὸἔργον τῶν ἐνδιαβαλλόντων με παρὰΚυρίου, καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Καὶ σύ, Κύριε, Κύριε, ποίησον μετ’ ἐμοῦ, ἕνεκεν τοῦὀνόματός σου, ὅτι χρηστὸν τὸἔλεός σου,ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶἐγώ, καὶἡ καρδία μου τετάρακται ἐντός μου. Ὡσεὶ σκιὰἐν τῷἐκκλῖναι αὐτήν, ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον, κἀγὼἐγενήθην ὄνειδος αὐτοῖς, εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῷσόν με κατὰ τὸἔλεός σου. Καὶγνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, Κύριε, ἐποίησας αὐτήν. Καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις, οἱἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Ἐνδυσάσθωσαν οἱἐνδιαβάλλοντές με ἐντροπήν, καὶπεριβαλέσθωσαν, ὡς διπλοΐδα, αἰσχύνην αὐτῶν. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Ὅτι παρέστηἐκ δεξιῶν πένητος, τοῦ σῷσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

Ψαλμὸς ν’(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆςἀνομίας μου, καὶἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μουἐγὼ γινώσκω, καὶἡἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. Σοὶ μόνῳἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειανἠγάπησας, τὰἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μεὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶὑπὲρ χιόνα λευκανθήσομαι.Ἀκουτιεῖς μοιἀγαλλίασιν, καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶπάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴἀποῤῥίψης μεἀπὸ τοῦπροσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸἅγιον μὴἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοιτὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶἀσεβεῖς, ἐπὶ σὲἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλώσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖτὴν αἴνεσίν σου. Ὅτι, εἰἠθέλησας θυσίαν, ἔδωκα ἄν. ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκία σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν, καὶὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸθυσιαστήριόν σου μόσχους.

Δόξα Πατρὶ… Καὶ νῦν…Ἀλληλούϊα, (γ’) Δόξα σοι ὁ Θεὸς. Κύριε ἐλέησον (γ’)

Δόξα Πατρὶ…

Τροπάριον Ἦχος πλ. β’

Κύριε, κατέκρινάν σε οἱἸουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴνἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, σταυρῷ σε προσήλωσαν, καὶ οἱἐκ πέτρας μέλι θηλάσαντες, χολὴν σοι προσήνεγκαν, ἀλλ’ ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶςἐλευθερώσῃς τῆς δουλείας τοῦἐχθροῦ. Χριστὲὁ Θεὸς δόξα σοι.

Καὶ νῦν… Θεοτοκίον

Θεοτόκε, σὺ εἶἡἄμπελος ἡἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶνἉγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Εἶτα τὰἑπόμενα τρία

ΣτιχηρὰἸδιόμελα ψαλλόμενα βραδυμελέστερον

ὁ β’χορὸς

Ἦχος πλ. δ’

Διὰ τὸν φόβον τῶν Ἰουδαίων, ὁ φίλος σου καὶὁ πλησίον Πέτρος, ἠρνήσατό σε Κύριε, καὶὀδυρόμενος οὕτως ἐβόα. Τῶν δακρύων μου μὴ παρασιωπήσῃς, εἶπα γὰρ φυλάξαι τὴν πίστιν οἰκτίρμον, καὶ οὐκ ἐφύλαξα, καὶἡμῶν τὴν μετάνοιαν, οὕτω δέξαι, καὶἐλέησον ἡμᾶς.

ὁ α’χορὸς

Στίχ. Τὰῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου.

Πρὸ τοῦ τιμίου σου Σταυροῦ, στρατιωτῶν ἐμπαιζόντων σε Κύριε, αἱ νοεραὶστρατιαὶ κατεπλήττοντο, ἀνεδήσω γὰρ στέφανον ὕβρεως, ὁ τὴν γῆν ζωγραφήσας τοῖς ἄνθεσι, καὶ τὴν χλαῖναν χλευαζόμενος ἐφόρεσας, ὁνεφέλαις περιβάλλων τὸ στερέωμα, τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡεὐσπλαγχνία, Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.

ὁ β’χορὸς

Δόξα Πατρὶ…

ὁ α’χορὸς

Καὶ νῦν… 

ὁ β’χορὸς

Ἦχος πλ. α’

Ἑλκόμενος ἐπὶ σταυροῦ, οὕτως ἐβόας Κύριε. Διὰ ποῖον ἔργον, θέλετέ με σταυρῶσαι Ἰουδαῖοι; ὅτι τοὺς παραλύτους ὑμῶν συνέσφιγξα; ὅτι τοὺς νεκρούς, ὡς ἐξ ὕπνου ἀνέστησα; Αἱμόῤῥουν ἰασάμην, Χαναναίαν ἠλέησα, διὰποῖον ἔργον θέλετέ με φονεῦσαι Ἰουδαῖοι; ἀλλ’ ὄψεσθε εἰς ὃν νῦν ἐκκεντᾶτε,Χριστὸν παράνομοι.

Προκείμενον Ἦχος δ’. Ψαλμὸς λζ’ (37)

Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος.

Στίχ.Κύριε, μή τῷ θυμῷ σου ἐλέγξῃς με.



Προφητείας Ἡσαΐου τὸἈνάγνωσμα

(Κεφ. Ν’, 4-11 )

Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον,ἔθηκέ με πρωΐ πρωΐ, προσέθηκέ μοιὠτίον τοῦἀκούειν, καὶ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲἀντιλέγω. Τὸν νῶτόν μουἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ Κύριος, Κύριος βοηθὸς μοιἐγενήθη. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶὅτι ἐγγίζει ὁ δικαιώσας με. Τὶςὁ κρινόμενός μοι; ἀντιστήτω μοιἅμα, καὶ τὶς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι.Ἰδοὺ Κύριος, Κύριος βοηθήσει μοι, τὶς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς, ὡςἱμάτιον, παλαιωθήσεσθε, καὶὡς σὴς καταφάγεται ὑμᾶς. Τὶς ἐν ὑμῖν ὁφοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱπορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷὀνόματι Κυρίου, καὶἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶκατισχύετε φλόγα, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇφλογὶἧἐξεκαύσατε, δι’ ἐμὲἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

(Κεφ. Ε’, 6-10)

Ἀδελφοί, ἔτι Χριστός, ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶνἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται, ὑπὲρ γὰρ τοῦἀγαθοῦτάχα τις καὶ τολμᾷἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦἀγάπην εἰς ἡμᾶς ὁΘεός, ὅτι ἔτι, ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πολλῷοὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ Αἵματι αὐτοῦ, σωθησόμεθα δι’ αὐτοῦἀπὸ τῆς ὀργῆς, Εἰ γὰρ ἐχθροὶὄντες, κατηλλάγη μὲν τῷ Θεῷ, διὰ τοῦθανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇζωῇ αὐτοῦ.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον

Τῷ καιρῷἐκείνῳ, οἱ στρατιῶται…

… αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

Καὶ εὐθὺς 

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν, κατευοδῶσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.



Τρισάγιον Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦἐστιν…, καὶ τὸ 

Κοντάκιον

Τὸν δι’ ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺὑπάρχεις ὁΥἱὸς καὶ Θεός μου.

Κύριε ἐλέησον μ’

Ὁἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶἐπὶ γῆς προσκυνούμενος καὶδοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁπολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁπάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶἡμῶν ἐν τῇὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματαἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶῥῦσαι ἡμᾶςἀπὸ πάσης θλίψεως, κακῶν καὶὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις,ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γ’

Δόξα Πατρί… Καὶ νῦν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲμεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

ἹερεὺςὉ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…



καὶ τὴν παροῦσαν.

Εὐχὴν

Δέσποτα Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστὲκαὶἅγιον Πνεῦμα, μία θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καί, οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΩΡΑ ΕΚΤΗ

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶΘεῷἡμῶν.

καὶ τοὺς παρόντας Ψαλμούς. 

Ψαλμὸς νγ’ (53)

Ὁ Θεός, ἐν τῷὀνόματί σου σῶσόν με, καὶἐν τῇ δυνάμει σου κρινεῖς με, ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰῥήματα τοῦ στόματός μου, ὅτιἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμέ, καὶ κραταιοὶἐζήτησαν τὴν ψυχὴν μου, καὶ οὐπροέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν, Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶὁ Κύριοςἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇἀληθεία σου ἐξολόθρευσον αὐτούς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν, ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁὀφθαλμός μου.

Ψαλμὸς ρλθ’(139)

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸἀνδρὸς ἀδίκου ῥῦσαί με. Οἵτινεςἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους.Ἠκόνησαν γλῶσσαν αὐτῶν, ὡσεὶὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες διελογίσαντο τοῦὑποσκελίσαι τὰ διαβήματά μου. Ἔκρυψανὑπερήφανοι παγίδα μοι, καὶ σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου,ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σύ,ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου, ἐν ἡμέρᾳ πολέμου. Μὴπαραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ, διελογίσαντο κατ’ἐμοῦ, μὴἐγκαταλίπῃς με, μὴποτε ὑψωθῶσιν. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. Πεσοῦνται ἐπ’ αὐτοὺςἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴὑποστῶσιν.Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰθηρεύσει εἰς διαφθοράν. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

Ψαλμὸς ϟ’ (90)

Ὁκατοικῶν ἐν βοηθείᾳ τοῦὙψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦαὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ. Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶἐλπιῶἐπ’ αὐτόν, ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶἀπὸλόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦἐπισκιάσει σοι, καὶὑπὸ τὰς πτέρυγας αὐτοῦἐλπιεῖς, ὅπλῳ κυκλώσει σεἡἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶἀνταπόδοσιν ἁμαρτωλῶνὄψει ὅτι σύ, Κύριε, ἡἐλπίς μου, τὸν Ὑψιστον ἔθου καταφυγήν σου. Οὐπροσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖἐν τῷ σκηνώματί σου, ὅτι τοῖς Ἀγγέλοις αὐτοῦἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σεἐν πάσαις ταῖςὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.Ἐπὶἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.Ὅτι ἐπ’ ἐμὲἤλπισε, καὶῥύσομαι αὐτόν, σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸὄνομά μου. Κεκράξεται πρὸς με, καὶἐπακούσομαι αὐτοῦ, μετ’ αὐτοῦ εἰμι ἐν θλίψει,ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶδείξω αὐτῷ τὸ σωτήριόν μου.

Δόξα Πατρί… Καὶ νῦν… Ἀλληλούϊα, γ’Δόξα σοι ὁ Θεὸς… Κύριε ἐλέησον, γ’

Δόξα Πατρὶ…

Τροπάριον Ἦχος β’

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστε ὁ Θεός, ἐπὶ Σταυροῦ τὰςἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα, τὰἔθνη, κράζοντα. Κύριε δόξα σοι.

Καὶ νῦν… Θεοτοκίον

Ὅτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦγεννηθέντα δυσώπησον Θεοτόκε Παρθένε, πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος, ὅτιἐλεήμων ἐστί, καὶ σῲζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

Εἶτα τὰἑπόμενα τρία

ΣτιχηρὰἸδιόμελα ψαλλόμενα βραδυμελέστερον

ὁ α’χορὸς

Ἦχος πλ. δ’

Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις, Λαός μου, τίἐποίησά σοι, ἢ τί σοιπαρηνώχλησα; τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα,ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός μου, τίἐποίησά σοι; καὶ τί μοιἀνταπέδωκας; ἀντὶ τοῦ μάννα, χολήν, ἀντὶ τοῦὕδατος, ὄξος, ἀντὶ τοῦἀγαπᾶν με, σταυρῷ με προσηλώσατε, οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰἔθνη, κακεῖνά με δοξάσουσι σὺν τῷ Πατρὶ καὶ Πνεύματι, κἀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν αἰώνιον.

ὁ β’χορὸς

Στίχ.Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν μεὄξος.

Οἱ νομοθέται τοῦἸσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀποστόλων, βοᾷ πρὸς ὑμᾶς. Ἴδε ναός, ὃν ὑμεῖς ἐλύσατε. Ἴδε ἀμνός, ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, ἀλλ’ ἐξουσίᾳ ἑαυτοῦἀνέστη. Μὴ πλανᾶσθε Ἰουδαῖοι, αὐτὸς γὰρ ἐστιν ὁἐν θαλάσσῃ σώσας, καὶἐν ἐρήμῳ θρέψας, αὐτὸς ἐστιν ἡ ζωὴκαὶ τὸ φῶς, καὶἡ εἰρήνη τοῦ Κόσμου. 

ὁ α’χορὸς

Δόξα Πατρὶ…

ὁ β’χορὸς

Καὶ νῦν…

ὁ α’χορὸς

Ἦχος πλ. α’

Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, τὶ συνεβουλεύσατο Ἰούδας ὁ προδότης, σὺν ἱερεῦσιν ἀνόμοις, κατὰ τοῦ Σωτῆρος ἡμῶν, σήμερον ἔνοχον θανάτου, τὸνἀθάνατον Λόγον πεποίηκαν, καὶ Πιλάτῳ προδώσαντες, ἐν τόπῳ Κρανίουἐσταύρωσαν, καὶ ταῦτα πάσχων, ἐβόα ὁ Σωτὴρ ἡμῶν λέγων, Ἄφες αὐτοῖς Πάτερ τὴν ἁμαρτίαν ταύτην, ὅπως γνῶσι τὰἔθνη, τὴν ἐκ νεκρῶν μουἈνάστασιν.



Προκείμενον Ἦχος δ’ Ψαλμὸς η’ (8)

Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸὄνομά σου ἐν πάσῃ τῇ γῇ!

Στίχ.Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

Προφητείας Ἡσαΐου τὸἈνάγνωσμα

(Κεφ. ΝΒ’ 13 – ΝΔ’, 1)

Τάδε λέγει Κύριος. Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶὑψωθήσεται, καὶδοξασθήσεται, καὶ μετεωρισθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲπολλοί, οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου, καὶἡ δόξα σου ἀπὸυἱῶν ἀνθρώπων. Οὕτω θαυμάσονται ἔθνη πολλὰἐπ’ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν, ὅτι, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳοὐκ ἀκηκόασι, συνήσουσι. Κύριε, τὶς ἐπίστευσε τῇἀκοῇἡμῶν, καὶὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν, ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζαἐν γῇ διψώσῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦἄτιμον, καὶἐκλεῖπον παρὰπάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶἡμῶν ὀδυνᾶται, καὶἡμεῖςἑλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶἐν πληγῇὑπὸ Θεοῦ, καὶἐν κακώσει. Αὐτὸς δὲἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰςἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦἡμεῖςἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἀνθρωπος τῇὁδῷαὐτοῦἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶαὐτὸς διὰ τὸ κεκακῶσθαι, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶσφαγὴν ἤχθη, καὶὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ, ἡ κρίσις αὐτοῦἤρθη, τὴν δὲγενεὰν αὐτοῦ τὶς διηγήσεται; ὅτι αἲρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶνἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηρούς, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους, ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ βούλεται Κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς. Ἐὰν δῶτε περὶἁμαρτίας, ἡ ψυχὴὑμῶνὄψεται σπέρμα μακρόβιον, καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦἀφελεῖν ἀπὸτοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸςἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖσκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶἐν τοῖς ἀνόμοιςἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Εὐφράνθητι στεῖρα, ἢ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

(Κεφ. Β’, 11-18)

Ἀδελφοί, ὁἁγιάζων καὶ οἱἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες, δι’ ἣν αἰτίαν οὐκἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων. Ἀπαγγελῶ τὸὄνομά σου τοῖςἀδελφοῖς μου, ἐν μέσῳἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν. Ἐγὼἔσομαι πεποιθὼςἐπ’ αὐτῷ. Καὶ πάλιν. Ἰδοὺἐγὼ καὶ τὰ παιδία, ἃ μοιἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰπαιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦθανάτου, τοὐτέστι τὸν διάβολον, καὶἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου, διαπαντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας, οὐ γὰρ δήπου Ἀγγέλωνἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰπάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς Ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ, ἐν ὧ γάρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Εὐαγγέλιον

Κατὰ Λουκᾶν

Τῷ καιρῷἐκείνῳ, ἤγοντο σὺν τῷἸησοῦ…

…ὁρῶσαι ταῦτα.

Καὶ εὐθὺς ὁ Ἀναγνώστης

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἑπτωχεύσαμεν σφόδρα, βοήθησον ἡμῖν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς, καὶἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦὀνόματός σου. 

Τρισάγιον, Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦἐστιν…, καὶ τὸ

Κοντάκιον

Τὸν δι’ ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου καὶἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Κύριε ἐλέησον μ’

Ὁἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶἐπὶ γῆς προσκυνούμενος καὶδοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁπολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁπάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶἡμῶν ἐν τῇὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματαἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶῥῦσαι ἡμᾶςἀπὸ πάσης θλίψεως, κακῶν καὶὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις,ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γ’

Δόξα Πατρὶ… Καὶ νῦν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲμεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

ὁἹερεὺς:Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…

καὶ τὴν παροῦσαν Εὐχὴν

Θεὲ καὶ Κύριε τῶν δυνάμεων, καὶ πάσης κτίσεως δημιουργέ, ὁ διὰ σπλάγχναἀνεικάστου ἐλέους σου, τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦΣταυροῦ, τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαῤῥήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶἐξουσίας τοῦ σκότους, αὐτός, Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας καὶἱκετηρίους ἐντεύξεις, καὶῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦπαραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων, ὁρατῶν καὶἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶμὴἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷπόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς, ἵνα πρὸς σὲ διαπαντὸς ἀτενίζοντες, καὶ τῷπαρὰ σοῦ φωτὶὁδηγούμενοι, σὲ τὸἀπρόσιτον καὶἀΐδιον κατοπτεύοντες φῶς,ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπομεν, τῷἀνάρχῳ Πατρὶ σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ, καὶἀγαθῷ, καὶζωοποιῷ σου Πνεύματι, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΩΡΑ ΕΝΑΤΗ



· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶΘεῷἡμῶν.

καὶ τοὺς ἑπομένους ψαλμούς 

Ψαλμὸς ξη’ (68)

Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις, ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶκαταιγὶς κατεπόντισέ με. Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου,ἐξέλιπον οἱὀφθαλμοί μου ἀπὸ τοῦἐλπίζειν μεἐπὶ τὸν Θεόν μου.Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.Ἐκραταιώθησαν οἱἐχθροί μου, οἱἐκδιώκοντές με ἀδίκως, ἃ οὐχ ἥρπαζον, τότεἀπετίννυον, ὁ Θεός, σὺἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μουἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Μὴ αἰσχυνθείησαν ἐπ’ ἐμὲ οἱὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων, μηδὲἐντραπείησαν ἐπ’ ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦἸσραήλ, ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸπρόσωπόν μου. Ἀπηλλοτριωμένος ἐγενήθην τοὶς ἀδελφοίς μου, καὶ ξένος τοὶς υἱοίς τῆς μητρός μου. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱὀνειδισμοὶτῶν ὀνειδιζόντων σεἐπέπεσον ἐπ’ ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶἐθέμην τὸἔνδυμά μου σάκκον, καὶἐγενόμην αὐτοῖς εἰς παραβολήν. Κατ’ ἐμοῦἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲἔψαλλον οἱ πίνοντες οἶνον. Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε, καιρὸς εὐδοκίας. Ὁ Θεός, ἐν τῷ πλήθει τοῦἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῷσόν με ἀπὸ πηλοῦ, ἵνα μὴἐμπαγῶ,ῥυσθείην ἐκ τῶν μισούντων με, καὶἐκ τῶν βαθέων τῶν ὑδάτων. Μὴ μεκαταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω μὲ βυθός, μηδὲ συσχέτω ἐπ’ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸἔλεός σου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ. Μὴἀποστρέψῃς τὸπρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺἐπάκουσόν μου. Πρόσχες τῇ ψυχή μου, καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴνἐντροπήν μου. Ἐναντίον σου πάντες οἱ θλίβοντές με, ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου, καὶ ταλαιπωρίαν. Καὶὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Καὶἔδωκαν εἰς τὸ βρῶμάμου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Γενηθήτω ἡ τράπεζα αὐτῶν, ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶὁ θυμὸς τῆςὀργῆς σου καταλάβοι αὐτούς. Γενηθήτω ἡἔπαυλις αὐτῶν ἠρημωμένη, καὶἐν τοῖς σκηνώμασιν αὐτῶν μὴἔστω ὁ κατοικῶν. Ὅτι, ὃν σὺἐπάταξας, αὐτοὶκατεδίωξαν, καὶἐπὶ τὸἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Πρόσθεςἀνομίαν ἐπὶ τῇἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου.Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Πτωχὸς καὶἀλγῶν εἰμι ἐγώ, ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου. Αἰνέσω τὸὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει. Καὶἀρέσει τῷΘεῷὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶὁπλάς. Ἰδέτωσαν πτωχοί, καὶεὐφρανθήτωσαν, ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴἡμῶν. Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκἐξουδένωσεν. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶἡ γῆ, θάλασσα καὶ πάντα τὰἕρποντα ἐν αὐτῇ. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱπόλεις τῆς Ἰουδαίας. Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν. Καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν, καὶ οἱἀγαπῶντες τὸὄνομάσου κατασκηνώσουσιν ἐν αὐτῇ.

Ψαλμὸς ξθ’ (69)

Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν, καὶἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.Ἀποστραφήτωσαν εἰς τὰὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοικακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι. Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν, καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁΘεός, καὶ λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱἀγαπῶντες τὸσωτήριόν σου. Ἐγὼ δὲ πτωχὸς εἰμι καὶ πένης. Ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶῥύστης μου εἶ σύ. Κύριε, μὴ χρονίσης.

Ψαλμὸς πε’ (85)

Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶἐγώ. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι, σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τόν ἐλπίζοντα ἐπὶ σέ. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴνἡμέραν, εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲᾖρα τὴν ψυχήν μου.Ὅτι σύ, Κύριε, χρηστός, καὶἐπιεικής, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου. Οὐκ ἔστινὅμοιός σοιἐν θεοῖς Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰἔργα σου. Πάντα τὰἔθνη, ὅσαἐποίησας, ἣξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸὄνομά σου. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος.Ὁδήγησόν με, Κύριε, ἐν τῇὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸὄνομά σου εἰς τὸν αἰῶνα.Ὅτι τὸἔλεός σου μέγα ἐπ’ ἐμέ, καὶἐῤῥύσω τὴν ψυχήν μου ἐξ ἃδου κατωτάτου.Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶἀληθινός.Ἐπίβλεψον ἐπ’ ἐμέ, καὶἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῷσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.

Καὶ πάλιν

Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶἰδέτωσαν οἱ μισοῦντές με, καὶαἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.

Δόξα Πατρί… Καὶ νῦν…

Ἀλληλούϊα, γ’ Δόξα σοι ὁ Θεὸς Κύριε ἐλέησον γ’

Δόξα Πατρί…

Τροπάριον Ἦχος πλ. δ’

Βλέπων ὁ Λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον, ἔλεγεν. Εἰμὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁἥλιος τὰςἀκτῖνας ἐναπέκρυψεν, οὐδὲἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλ’ ὁ πάντωνἀνεχόμενος, Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.

Καὶ νῦν… Θεοτοκίον

Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ. Ὁθανάτῳ τὸν θάνατον σκυλεύσας, καὶἜγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓςἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.



Εἶτα τὰἑπόμενα τρία

ΣτιχηρὰἸδιόμελα ψαλλόμενα βραδυμελέστερον

ὁ β’χορὸς

Ἦχος βαρὺς

Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐπὶ Σταυροῦ κρεμάμενον,ἥλιον σκοτισθέντα, τὴν ἡμέραν δὲ πάλιν εἰς νύκτα μετελθοῦσαν, καὶ τὴν γῆνἐκ τάφων ἀναπέμπουσαν, σώματα νεκρῶν, μεθ’ ὧν προσκυνοῦμέν σε, σῶσονἡμᾶς.

ὁ α’χορὸς

Στίχ. Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

Ἦχος β’

Ὅτε σε Σταυρῷ προσήλωσαν παράνομοι, τὸν Κύριον τῆς δόξης, ἐβόας πρὸς αὐτούς. Τίὑμᾶς ἐλύπησα; ἢἐν τίνι παρώργισα; πρὸἐμοῦ, τὶς ὑμᾶς ἐῤῥύσατο ἐκ θλίψεως; καὶ νῦν, τίμοι ἀνταποδίδοτε; πονηρὰἀντὶἀγαθῶν, ἀντὶ στύλου πυρὸς Σταυρῶ με προσηλώσατε, ἀντὶ νεφέλης, τάφον μοιὠρύξατε, ἀντὶ τοῦμάννα, χολὴν μοι προσηνέγκατε, ἀντὶ τοῦὕδατος, ὄξος μεἐποτίσατε. Λοιπὸν καλῶ τὰἔθνη, κακεῖνά με δοξάσουσι, σὺν Πατρὶ…

ὁ β’χορὸς

… καὶἁγίῳ Πνεύματι.

ὁ α’χορὸς

Δόξα Πατρὶ… 

ὁ β’χορὸς

Καὶ νῦν…

Τὸ παρὸν ἀναγινώσκεται πρῶτον εὐλαβῶς καὶ μεγαλοφώνως παρὰ τοῦ Ἀναγνώστου ἐν τῷ μέσῳ τοῦ Ναοῦ ( ἐμμελῶς εἰς τὸ κλιτὸν ).

Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁἐν ὕδασι τὴν γῆν κρεμάσας.

Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁἐν ὕδασι τὴν γῆν κρεμάσας.

Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁἐν ὕδασι τὴν γῆν κρεμάσας.

Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς.

Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.

Ῥάπισμα κατεδέξατο, ὁἐν Ἰορδάνῃἐλευθερώσας τὸν Ἀδάμ. 

Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας.

Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου.

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. 

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. 

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ,

δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.



εἶτα ψάλλεται ὑπό ἀμφοτέρων τῶν χορῶν κατὰ Στίχον

ὁ α’χορὸς

Ἦχος πλ. β’

Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁἐν ὕδασι τὴν γῆν κρεμάσας( ἅπαξ).

ὁ β’χορὸς

Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς.

α’χορὸς

Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.

ὁ β’χορὸς

Ῥάπισμα κατεδέξατο, ὁἐν Ἰορδάνῃἐλευθερώσας τὸν Ἀδάμ. 

α’χορὸς

Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας.

ὁ β’χορὸς

Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου.

ὁ α’χορὸς

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. 

ὁ β’χορὸς

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. 

ὁ α’χορὸς

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ, δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σουἈνάστασιν.



Προκείμενον Ἦχος πλ. β’ Ψαλμὸς ιγ’(13)

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.

Στίχ. Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

Προφητείας Ἱερεμίου τὸἈνάγνωσμα

(Κεφ. ΙΑ’, 18-23, ΙΒ’, 1-5, 9-11, 14-15)

Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι. Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν, ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων, ἐπ’ ἐμὲ ἐλογίσαντο λογισμόν πονηρόν, λέγοντες. Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι. Κύριε τῶν δυνάμεων, κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθώθ, τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰδὲ μή, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ’ αὐτούς, οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. Δίκαιος εἶ Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτούς, καὶ ἐῤῥιζώθησαν, ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπόν, ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Καὶ σύ, Κύριε, γινώσκεις με, καὶ δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου, ἄθροισον αὐτοὺς ὥσπερ πρόβατα εἰς σφαγήν, ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν, ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν, σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε, Συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον, ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας, ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου τῷ Ἰσραήλ. Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν, καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτούς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτούς, καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

(Κεφ. Ι’, 19-31)

Ἀδελφοί, ἔχοντες παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, ἐν τῷ Αἵματι Ἰησοῦ,ἣν ἀνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος (τοὐτέστι, τῆς σαρκὸς αὐτοῦ) καὶἹερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηράς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ (πιστὸς γὰρὁἐπαγγειλάμενος), καὶ κατανοῶμεν ἀλλήλους, εἰς παροξυσμόν ἀγάπης, καὶκαλῶν ἔργων, μὴἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὃσῳ βλέπετε ἐγγίζουσαν τήν ἡμέραν. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴνἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δὲτὶς ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσινἀποθνῂσκει, πόσῳ (δοκεῖτε) χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦΘεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐνὧἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Οἴδαμεν γὰρ τὸν εἰπόντα.Ἐμοὶἐκδίκησις, ἐγὼἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Φοβερὸν τὸἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.

Εὐαγγέλιον

ΚατὰἸωάννην

Τῷ καιρῷἐκείνῳ, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν…

… ὄψονται εἰς ὃν ἐξεκέντησαν.



Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸὄνομά σου τὸἅγιον, καὶ μὴδιασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴἀποστήσῃς τὸἔλεός σου ἀφ’ ἡμῶν, διὰἈβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰἸσαὰκ τὸν δοῦλόν σου, καὶἸσραήλ, τὸν ἅγιόν σου.



Τρισάγιον. Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦἐστιν…, καὶ τὸ

Κοντάκιον

Τὸν δι’ ἡμᾶς σταυρωθέντα δεῦτε πάντες ὑμνήσωμεν. αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺὑπάρχεις ὁΥἱὸς καὶ Θεός μου.



Κύριε ἐλέησον μ’

Ὁἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶἐπὶ γῆς προσκυνούμενος καὶδοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁπολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁπάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶἡμῶν ἐν τῇὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματαἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶῥῦσαι ἡμᾶςἀπὸ πάσης θλίψεως, κακῶν καὶὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις,ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γ’

Δόξα Πατρὶ… Καὶ νῦν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲμεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

ὁ Ἱερεὺς: Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…



καὶ τὴν ἑπομένην 

Εὐχὴν

Δέσποτα Κύριε Ἰησοῦ Χριστὲὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ἧἐπὶ τοῦζωοποιοῦ Ξύλου κρεμάμενος, τῷ εὐγνώμονι Ληστῇ, τὴν εἰς τὸν Παράδεισονὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖςἁμαρτωλοῖς, καὶἀναξίοις δούλοις σου, ἡμάρτομεν γὰρ καὶἠνομήσαμεν, καὶοὐκ ἐσμὲν ἄξιοι ἆραι τὰὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου, καὶἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ’ ἱκετεύομεν τὴν σὴν ἀνείκαστονἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦἐλέους σου, καὶ σῷσονἡμᾶς, διὰ τὸὄνομά σου τὸἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱἡμέραι ἡμῶν.Ἐξελοῦἡμᾶς τῆς τοῦἀντικειμένου χειρός, καὶἄφες ἡμῖν τὰἁμαρτήματα, καὶνέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοιἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷἡμετέρῳ Δεσπότῃ καὶκηδεμόνι, καὶ οὕτω, τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιονἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡκατοικία. Σὺ γὰρ εἶἡὄντως ἀληθινὴ εὐφροσύνη καὶἀγαλλίασις τῶνἀγαπώντων σε, Χριστὲὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἀπόλυσις

«…῾Ο ἐμπτυσμούς καί μάστιγας καί κολαφισμούς καί Σταυρόν καί θάνατον ὑπομείνας, διά τήν τοῦ κόσμου σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...»

Πηγή:orthodoxes-anazitiseis

0 σχόλια:

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..
Χαῖρε, Ξύλον μακάριον.
Recommended Post Slide Out For Blogger
Related Posts Plugin for WordPress, Blogger...

Ιησούς Χριστός

Κάντε κλίκ στην εικόνα, για να διαβάσετε για τον Ιησού Χριστό.

Σήμερα τιμούμε:

Αναγνώστες

Άγιος Νεκτάριος

Αφιέρωμα στον Άγιο προστάτη μου.

Κατεβάστε την android εφαρμογή μας.

Άγιον Όρος/Διαμονή

Βοήθησε κι εσύ

Βοήθησε και συ αν μπορείς, στην Ανέγερση Ιερού Ναού του Αγίου Αντωνίου

Ακούστε Ζωντανά

Ενοχικά παθήματα....

Εξομολόγηση

Οι αιτίες που κάνουν την Πίστη στο Θεό να εξασθενεί και να πεθαίνει.

Χρειάζεσαι Βοήθεια;

Προσθέστε το banner μας

Φιλικά Ορθόδοξα Sites

Δωρεάν Ορθόδοξες εφαρμογές για το κινητό ή το tablet σας. (Free Greek Orthodox Apps on Google Play)

Βιβλίο Επισκεπτών

Προβολές σελίδας

Επισκέπτες

free counters