Υπεραγία Θεοτόκος

Κάντε κλίκ στην εικόνα για να διαβάσετε για την Υπεραγία Θεοτόκο.

Τα πρώτα βήματα του Χριστού

Τα πρώτα βήματα του Χριστού
Η εικόνα βρίσκεται στην Ιερά Μονή Αββά Γερασίμου του Ιορδανίτου κοντά στην Ιεριχώ.

Κατηγορίες

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..



facebook rss

Βρες πότε Γιορτάζεις

Ο Σταυρός

Το Σύμβολο της Πίστεως & Ερμηνεία

Πάτερ Ημών & Ερμηνεία

Προσευχή στο Άγιο Πνεύμα

Πως ονομάζονται και ποιοί είναι οι ύμνοι που ψάλλονται στην Εκκλησία;

Νηστειοδρόμιο 2017

Πίνακας με τις νηστείες & καταλύσεις της Ορθοδόξου Εκκλησίας μας

Κομποσκοίνι

Διάβασε όταν..

Πότε κάνω το Σταυρό μου στις ακολουθίες..

Όταν δεν κάνεις σωστά τον Σταυρό σου

Πώς μπαίνω στο Ναό;

Πότε είμαστε όρθιοι κατά τη Θεία Λειτουργία

Πῶς θά γίνουν τά σώματά μας μετά τήν Δευτέρα Παρουσία

Αντίδωρον

Ψαλμοί

Βασιλική. Από το Blogger.
Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Translate

English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Πέμπτη 2 Μαΐου 2013
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF








4 ΜΑΊΟΥ 2013



Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ



(ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ)



Τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν δι’ ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.






ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



Ἀναγνώστης: Ἀμήν.



Ὁ Προεστώς: Δόξα σοι ὁ Θεός, δόξα σοι.



Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.







Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ‘)



Δόξα Πατρί… Καὶ νῦν…



Παναγία Τριάς, ἐλέησον ἡμᾶς.



Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,



Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.



Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,



Ἕνεκεν τοῦ ὀνόματός σου.



Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.



Δόξα Πατρί…. Καὶ νῦν…



Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.



ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…



ὁ Ἀναγνώστης: Ἀμὴν.



Τροπάρια



Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.



Δόξα Πατρὶ…



Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.



Καὶ νῦν… Θεοτοκίον



Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.







·  Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.



ὁ Χορὸς: Κύριε, ἐλέησον (γ’).



·  Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.



·  Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,(δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.



Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.







Ἀναγνώστης: Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.







Ἱερεὺς: Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.







Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀμήν.



Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ τρίτου).



Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου(δίς).



Ψαλμὸς γ’ ( 3 )



·  Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ’ ἐμὲ;



·  Πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.



·  Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.



·  Φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.



·  Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήψεταί μου.



·  Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.



·  Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας.



·  Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.



Καὶ πάλιν



·  Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.







Ψαλμὸς λζ’ (37)



·  Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με,



·  ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου



·  οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,



·  οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου



·  ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμὲ



·  προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου



·  ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην



·  ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου



·  ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου



·  Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη



·  ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ’ ἐμοῦ



·  οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν



·  καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοιἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν



·  ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ



·  καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς



·  ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου



·  ὅτι εἶπον΄ μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν



·  ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντὸς



·  ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου



·  οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως



·  οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον ἀγαθοσύνην.



·  Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ



·  Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.



Καὶ πάλιν



·  Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ



·  Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.







Ψαλμὸς ξβ’ (62)



·  Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω



·  ἐδίψησέ σε ἡ ψυχή μου ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ΄



·  οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου



·  ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε



·  οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου



·  ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου



·  εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ



·  ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι



·  ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου



·  αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται



·  ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.



Καὶ πάλιν



·  Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι,



·  Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.







Δόξα Πατρί… Καὶ νῦν…



Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς



Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.



Δόξα Πατρί… Καὶ νῦν…







Ψαλμὸς πζ’ (87)



·  Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου



·  εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου



·  ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν



·  προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος



·  ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν,



·  ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου,



·  ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμὲ



·  ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς



·  παρεδόθην καὶ οὐκ ἐξεπορευόμην οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας



·  ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου



·  μή τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;



·  μή διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλεία;



·  μή γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;



·  κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε



·  ἵνα τί Κύριε ἀπωθῇ τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;



·  πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην



·  ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με



·  ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα



·  ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας .



Καὶ πάλιν



·  Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.



·  Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.







Ψαλμὸς ρβ’(102)



·  Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ



·  Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ



·  τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου τὸν ἰώμενον πάσας τὰς νόσους σου



·  τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς



·  τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου



·  ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις



·  ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ,



·  οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος,



·  οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ,



·  οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν



·  ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν



·  καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν



·  καθὼς οἰκτείρει πατὴρ υἱοὺς ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν ἐμνήσθη ὅτι χοῦς ἐσμεν



·  ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει



·  ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ



·  τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν



·  καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶντοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς



·  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει



·  εὐλογεῖτε τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ



·  εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ



·  εὐλογεῖτε τὸν κύριον πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον



Καὶ πάλιν



·  Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.







Ψαλμὸς ρμβ’ (142)



·  Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου,



·  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν,



·  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου



·  ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου



·  ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων



·  διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι



·  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου.



·  μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον



·  ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα



·  γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου



·  ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον



δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου



·  τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με



· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.



Καὶ πάλιν



·  Εἰσάκουσόν μου Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς).



·  Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ΄







Δόξα Πατρί… Καὶ νῦν…



Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).



Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.





Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις



Ὅτι πρέπει σοι πᾶσα δόξα…



ὁ α’χορὸς



Ἦχος β’



Ἀμήν.



Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.



ὁ β’χορὸς



Στίχ, α’.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.



Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…



ὁ α’χορὸς



Στίχ, β’. Πάντα τὰἔθνη ἐκύκλωσάν με, καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.



Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…



ὁ β’χορὸς



Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καίἐστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.



Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…



ὁ α’χορὸς



Τροπάρια Ἦχος β’



Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.



ὁ β’χορὸς



Δόξα Πατρὶ…



Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴἡἀθάνατος, τότε τὸν ᾅδηνἐνέκρωσας, τῇἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲὁ Θεὸς ἡμῶν, δόξα σοι.



ὁ α’χορὸς



Καὶ νῦν…



Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁἌγγελος ἐβόα. Τὰ μῦρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.





Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις



Ὅτι σὸν τὸ κράτος…



Καθίσματα Ἦχος α’



ὁ α’χορὸς



Τὸν τάφον σου Σωτὴρ( μέλος ἀργὸν εἱρμολογικὸν )



Σινδόνι καθαρᾷ καὶἀρώμασι θείοις, τὸ Σῶμα τὸ σεπτόν, ἐξαι τήσας Πιλάτῳ, μυρίζει καὶ τίθησιν, Ἰωσὴφ καινῷ μνήματι, ὅθεν ὄρθριαι, αἱ μυροφόροι γυναῖκες, ἀνεβόησαν. Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.



ὁ β’χορὸς



Δόξα Πατρὶ… ( μέλος ἀργὸν εἱρμολογικὸν )



Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.



ὁ α’χορὸς



Καὶ νῦν… ( μέλος ἀργὸν εἱρμολογικὸν )



Ἐξέστησαν χοροί, τῶν Ἀγγέλων ὁρῶντες, τὸν ἐν τοῖς τοῦ Πατρός, καθεζόμενον κόλποις, πῶς τάφῳ κατατίθεται, ὡς νεκρὸς ὁἀθάνατος, ὃν τὰτάγματα, τὰ τῶν Ἀγγέλων κυκλοῦσι, καὶ δοξάζουσι, σὺν τοῖς νεκροῖς ἐν τῷᾅδη, ὡς Κτίστην καὶ Κύριον.





Εἶτα τὸν Ν’ (χύμα),



καὶ τὸν ἑπόμενον Κανόνα,



Ὅλος δὲὁ Κανὼν φέρει ἀκροστιχίδα, ἄνευ τῶν Εἱρμῶν.



«Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα».



ᾠδὴ α’



ὁ α’χορὸς



Ἦχος πλ. β’ ὁ Εἱρμὸς



Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆςἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γάρ δεδόξασται.



ὁ β’χορὸς



Κύματι θαλάσσης…



ὁ α’χορὸς



Δόξα σοι ὁ θεὸς ἡμῶν, δόξα σοι



Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶἐπιτάφιον, ᾠδὴν σοι ᾄσομαι, τῷ τῇ ταφῇσου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾅδην θανατώσαντι.



ὁ β’χορὸς



Δόξα σοι ὁ θεὸς ἡμῶν, δόξα σοι



Κύριε Θεέ μου…



ὁ α’χορὸς



Δόξα Πατρί…



Ἄνω σεἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰὑπερκόσμια, καὶὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου, ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.



ὁβ’χορὸς



Καὶνῦν…



Ἵνασουτῆςδόξης, τὰπάνταπληρώσῃς, καταπεφοίτηκας, ἐνκατωτάτοιςτῆςγῆς,ἀπὸγὰρσοῦοὐκἐκρύβη, ἡὑπόστασίςμουἡἐνἈδάμ, καὶταφεὶςφθαρένταμε,καινοποιεῖς, Φιλάνθρωπε.



Καταβασία



ὁα’χορὸς



Κύματιθαλάσσης, τὸνκρύψανταπάλαι, διώκτηντύραννον, ὑπὸγῆςἔκρυψαν,τῶνσεσωσμένωνοἱΠαῖδες, ἀλλ‘ ἡμεῖςὡςαἱΝεάνιδες, τῷΚυρίῳ ᾄσωμεν…



ὁβ’χορὸς



… ἐνδόξωςγάρδεδόξασται.



ᾠδὴγ‘



ὁα’χορὸς



ὁΕἱρμὸς



Σὲτὸνἐπὶὑδάτων, κρεμάσανταπᾶσαντὴνγῆνἀσχέτως, ἡΚτίσιςκατιδοῦσα,ἐντῷΚρανίῳκρεμάμενον, θάμβειπολλῷσυνείχετο.ΟὐκἔστινἅγιοςπλήνσουΚύριε, κραυγάζουσα.



ὁβ’χορὸς



Σὲτὸνἐπὶὑδάτων…



ὁα’χορὸς



ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι



Σύμβολατῆςταφῆςσου, παρέδειξαςτὰςὁράσειςπληθύνας, νῦνδὲτὰκρύφιάσου,θεανδρικῶςδιετράνωσας, καὶτοῖςἐνᾅδῃΔέσποτα, οὐκἔστινἅγιος,πλὴνσουΚύριε, κραυγάζουσιν.



ὁβ’χορὸς



ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι



Σύμβολα τῆς ταφῆς σου…



ὁ α’χορὸς



Δόξα Πατρὶ…



Ἥπλωσας τὰς παλάμας, καὶἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲΣῶτερ, τῇἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.



ὁ β’χορὸς



Καὶ νῦν…



Μνήματι καὶ σφραγῖσιν, ἀχώρητε συνεσχέθης βουλήσει, καὶ γὰρ τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν, οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.



Καταβασία



ὁ α’χορὸς



Σὲ τὸν ἐπὶὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα,ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.





Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις



Ὅτι σὺ εἶὁ Θεὸς ἡμῶν,…



Κάθισμα αὐτόμελον



ὁ β’χορὸς



Ἦχος α’( μέλος ἀργὸν εἱρμολογικὸν )



Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇἀστραπῇ, τοῦὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν. Σὲδοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷἀναστάντι ἐκ τάφου…



ὁ α’χορὸς



… καὶ μόνῳ Θεῷἡμῶν.



ᾠδὴ δ’



ὁ β’χορὸς



ὁ εἱρμὸς



Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα. Σὺδυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδη, ὡς παντοδύναμος.



ὁ α’χορὸς



Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν…



ὁ β’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Ἑβδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων, παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶἀνακτώμενος.



ὁ α’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Ἑβδόμην σήμερον ἡγίασας…



ὁ β’χορὸς



Δόξα Πατρὶ…



Ῥωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄρηται σπαράττουσα, ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾅδου, Λόγε τῷκράτει σου.



ὁα’χορὸς



Καὶνῦν…



ὉᾅδηςΛόγεσυναντήσαςσοι, ἐπικράνθη, βροτὸνὁρῶντεθεωμένον,κατάστικτοντοῖςμώλωψι, καὶπανσθενουργόν, τῷφρικτῷτῆςμορφῆςδέ,διαπεφώνηκεν.



Καταβασία



ὁβ’χορὸς



ΤὴνἐνΣταυρῷσουθείανκένωσιν, προορῶνἈββακοὺμἐξεστηκὼςἐβόα.ΣὺδυναστῶνδιέκοψαςκράτοςἈγαθέ, ὁμιλῶντοῖςἐνᾅδη, ὡςπαντοδύναμος.



ᾠδὴε‘



ὁα’χορὸς



ὁεἱρμὸς



ΘεοφανείαςσουΧριστέ, τῆςπρὸςἡμᾶςσυμπαθῶςγενομένης,Ἡσαΐαςφῶςἰδὼνἀνέσπερον, ἐκνυκτὸςὀρθρίσαςἐκραύγαζεν.Ἀναστήσονταιοἱνεκροί, καὶἐγερθήσονταιοἱἐντοῖςμνημείοις,καὶπάντεςοἱἐντῇγῇἀγαλλιάσονται.



ὁ β’χορὸς



Θεοφανείας σου Χριστέ…



ὁ α’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶτάφος ὑπεμφαίνουσι, τὸ συνὸν σοι Λόγε μυστήριον, ὁ εὐσχήμων γὰρ βουλευτής, τήν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με.



ὁ β’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Νεοποιεῖς τοὺς γηγενεῖς…



ὁ α’χορὸς



Δόξα Πατρὶ…



Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις, ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα, ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲἡ ψυχή σου εἰς ᾅδου, ξενοπρεπῶςἐγκαταλέλειπται.



ὁβ’χορὸς



Καὶνῦν…



Ἐξἀλοχεύτουπροελθών, καὶλογχευθεὶςτὴνπλευρὰνΠλαστουργέμου,ἐξαὐτῆςεἰργάσωτὴνἀνάπλασιν, τὴντῆςΕὔαςἈδὰμγενόμενος,ἀφυπνώσαςὑπερφυῶς, ὕπνονφυσίζωον, καὶζωὴνἐγείραςἐξὕπνου,καὶτῆςφθορᾶςὡςπαντοδύναμος.



Καταβασία



ὁα’χορὸς



ΘεοφανείαςσουΧριστέ, τῆςπρὸςἡμᾶςσυμπαθῶςγενομένης,Ἡσαΐαςφῶςἰδὼνἀνέσπερον, ἐκνυκτὸςὀρθρίσαςἐκραύγαζεν.Ἀναστήσονταιοἱνεκροί, καὶἐγερθήσονταιοἱἐντοῖςμνημείοις,καὶπάντεςοἱἐντῇγῇἀγαλλιάσονται.



ᾠδὴς‘



ὁβ’χορὸς



ὁεἱρμὸς



Συνεσχέθη, ἀλλ‘ οὐκατεσχέθη, στέρνοιςκητῴοιςἸωνᾶς,σοῦγὰρτὸντύπονφέρων, τοῦπαθόντοςκαὶταφῇδοθέντος, ὡςἐκθαλάμου,τοῦθηρὸςἀνέθορε, προσεφώνειδὲτῇκουστωδίᾳ.Οἱφυλασσόμενοιμάταιακαὶψευδῆ, ἔλεοναὐτοῖςἐγκατελίπετε.



ὁα’χορὸς



Συνεσχέθη, ἀλλ‘ οὐκατεσχέθη…



ὁβ’χορὸς



ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι



Ἀνῃρέθης, ἀλλ‘ οὐδιῃρέθης, Λόγεἧςμετέσχεςσαρκός, εἰγὰρκαὶλέλυταίσου,ὁναὸςἐντῷκαιρῷτοῦπάθους, ἀλλὰκαὶοὕτωμίαἦνὑπόστασις,τῆςθεότητοςκαὶτῆςσαρκόςσου, ἐνἀμφοτέροιςγάρ, εἷςὑπάρχειςΥἱός,ΛόγοςτοῦΘεοῦ, Θεὸςκαὶἄνθρωπος.



ὁα’χορὸς



ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι



Ἀνῃρέθης, ἀλλ‘ οὐδιῃρέθης…



ὁβ’χορὸς



ΔόξαΠατρὶ…



Βροτοκτόνον, ἀλλ‘ οὐθεοκτόνον, ἔφυτὸπταῖσματοῦἈδάμ,εἰγὰρκαὶπέπονθέσου, τῆςσαρκὸςἡχοϊκὴοὐσία, ἀλλ‘ ἡθεότηςἀπαθὴςδιέμεινε,τὸφθαρτὸνδὲσουπρὸςἀφθαρσίανμετεστοιχείωσας, καὶἀφθάρτουζωῆς,ἔδειξαςπηγὴνἐξἀναστάσεως.



ὁα’χορὸς



Καὶνῦν…



Βασιλεύει, ἀλλ‘ οὐκαἰωνίζει, ᾅδηςτοῦγένουςτῶνβροτῶν, σὺγὰρτεθεὶςἐντάφῳ,κραταιὲζωαρχικῇπαλάμῃ, τὰτοῦθανάτου, κλεῖθραδιεσπάραξας,καὶἐκήρυξαςτοῖςἀπ‘ αἰῶνοςἐκεῖκαθεύδουσιλύτρωσινἀψευδῆ,Σῶτεργεγονὼςνεκρῶνπρωτότοκος.



Καταβασία



ὁβ’χορὸς



Συνεσχέθη, ἀλλ‘ οὐκατεσχέθη, στέρνοιςκητῴοιςἸωνᾶς,σοῦγὰρτὸντύπονφέρων, τοῦπαθόντοςκαὶταφῇδοθέντος, ὡςἐκθαλάμου,τοῦθηρὸςἀνέθορε, προσεφώνειδὲτῇκουστωδίᾳ.Οἱφυλασσόμενοιμάταιακαὶψευδῆ, ἔλεοναὐτοῖςἐγκατελίπετε.





Συναπτὴμικράκαὶἡ Ἐκφώνησις



ΣὺγὰρεἶὁΒασιλεύς…



Κοντάκιον Ἦχοςβ‘



Τὴνἄβυσσονὁκλείσας, νεκρὸςὁρᾶται, καὶσμύρνῃκαὶσινδόνιἐνειλημμένος,ἐνμνημείῳκατατίθεται, ὡςθνητὸςὁἀθάνατος. Γυναῖκεςδὲαὐτὸνἦλθονμυρίσαι,κλαίουσαιπικρῶςκαὶἐκβοῶσαι. ΤοῦτοΣάββατόνἐστιτὸὑπερευλογημένον, ἐνᾧ ,Χριστὸςἀφυπνώσας, ἀναστήσεταιτριήμερος.



ὉΟἶκος



Ὁσυνέχωντὰπάνταἐπὶσταυροῦἀνυψώθη, καὶθρηνεῖπᾶσαἡΚτίσις,τοῦτονβλέπουσακρεμάμενονγυμνὸνἐπὶτοῦξύλου,ὁἥλιοςτὰςἀκτῖναςἀπέκρυψε, καὶτὸφέγγοςοἱἀστέρεςἀπεβάλλοντο,ἡγῆδὲσὺνπολλῷτῷφόβῳσυνεκλονεῖτο, ἡθάλασσαἔφυγε,καὶαἱπέτραιδιεῤῥήγνυντο, μνημεῖαδὲπολλὰἠνεῴχθησαν,καὶσώματαἠγέρθησανἁγίωνἈνδρῶν, ᾅδηςκάτωστενάζει,καὶἸουδαῖοισκέπτονταισυκοφαντῆσαιΧριστοῦτὴνἈνάστασιν,τὰδὲΓύναιακράζουσι. ΤοῦτοΣάββατόνἐστιτὸὑπερευλογημένον,ἐνᾧΧριστὸςἀφυπνώσας, ἀναστήσεταιτριήμερος.



Συναξάριον



ΤῇΔ‘τοῦαὐτοῦμηνός, ΜνήμητῆςἉγίαςΜάρτυροςΠελαγίας.



Στίχοι



· Βοὸς τὸ χαλκούργημα πῦρ φανὲν φλέγον,



· Βληθεῖσαν ἔνδον τὴν Πελαγίαν φλέγει.



· Ἀμφὶ τετάρτῃ Πελαγίη καύθη βοῒ χαλκῷ.







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίου τοῦ θαυματουργοῦ.



Στίχοι



· Ἔγνων τὸν Ἱλάριον ἱλαρὸν φύσει,



· ‘Ὃς θαυματουργεῖ ἐν τάφῳ τεθειμένος.







Τῷἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ, τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾅδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦἑορτάζομεν δι’ ὧν τῆς φθορᾶς τὸἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.



Στίχοι



·  Μάτην φυλάττεις τὸν τάφον, κουστωδία.



·  Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.







Τῇἀνεκφράστῳ σου συγκαταβάσει, Χριστὲὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.Ἀμήν.









ᾠδὴ ζ’



ὁ α’χορὸς



ὁ εἱρμὸς



Ἄφραστον θαῦμα! Ὁἐν καμίνῳῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.



ὁ β’χορὸς



Ἄφραστον θαῦμα!…



ὁ α’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Τέτρωται ᾅδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.



ὁ β’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Ὄλβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.



ὁ α’χορὸς



Δόξα Πατρὶ…



Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφω κατάθεσιν, ἡ τῶν ὅλων δέχεται ζωή, καὶτοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.



ὁ β’χορὸς



Καὶ νῦν…



Μία ὑπῆρχεν, ἡἐν τῷ ᾅδη ἀχώριστος, καὶἐν τάφῳ, καὶἐν τῇἘδέμ, θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.



ὁ α’χορὸς



Καταβασία



Ἄφραστον θαῦμα! Ὁἐν καμίνῳῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.



ᾠδὴ η’



ὁ β’χορὸς



ὁ εἱρμὸς



Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς, ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.



ὁ α’χορὸς



Ἔκστηθι φρίττων οὐρανέ…



ὁ β’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῗαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾅδου ταμείων, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.



ὁ α’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Λέλυται ἄχραντος ναός…



ὁ β’χορὸς



Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶἍγιον Πνεῦμα, τὸν Κύριον



Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲἀριστεύει Ἰωσήφ, νεκρὸν γὰρ καὶγυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων, οἱΠαῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.



ὁ α’χορὸς



Καὶ νῦν…



Ὢτῶν θαυμάτων τῶν καινῶν! ὢἀγαθότητος! ὢἀφράστου ἀνοχῆς! ἑκὼν γὰρὑπὸ γῆς σφραγίζεται, ὁἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται,ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.



Καταβασία



ὁ β’χορὸς



Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον



Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς, ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.





Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…



ᾠδὴ θ’



ὁ α’χορὸς



Ὁ Εἱρμὸς



Μὴἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶὑψώσω ἐν δόξῃ,ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.



ὁ β’χορὸς



Μὴἐποδύρου μου Μῆτερ…



ὁ α’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, ἄναρχε Υἱέ, νῦν δὲ σε Θεέ μου, ἄπνουν ὁρῶσα νεκρόν, τῇῥομφαίᾳ τῆς λύπης, σπαράττομαι δεινῶς, ἀλλ’ ἀνάστηθι, ὅπως μεγαλυνθήσωμαι.



ὁ β’χορὸς



Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι



Ἐπὶ τῷ ξένῳ σου τόκῳ…



ὁ α’χορὸς



Δόξα πατρὶ…



Γῆ με καλύπτει ἑκόντα, ἀλλὰ φρίττουσιν ᾅδου, οἱ πυλωροί, ἠμφιεσμένον, βλέποντες στολήν, ᾐμαγμένην Μῆτερ, τῆς ἐκδικήσεως, τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε.



ὁ β’χορὸς



Καὶ νῦν…



Ἀγαλλιάσθω ἡ Κτίσις, εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς, ὁ γὰρ ἐχθρὸςἐσκύλευται ᾅδης, μετὰ μύρων Γυναῖκες προσυπαντάτωσαν, τὸν Ἀδὰμ σὺν τῇΕὔᾳ, λυτροῦμαι παγγενῆ, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστήσομαι.



Καταβασία



ὁ α’χορὸς



Μὴἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶὑψώσω ἐν δόξῃ,ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.





Μετὰ ταῦτα ἄρχόμεθα ψάλλειν μετὰ μέλους τὰἑπόμενα Τροπάρια,ἤτοι τὰἐγκώμια, εἰς στάσεις τρεῖς.



Ἄρχεται δὲὁπρῶτος Χορός







ΣΤΑΣΙΣ ΠΡΩΤΗ



Ἦχος πλ. α’



Τά Ἐγκώμια



·  Ἡ ζωὴἐν τάφῳ, κατετέθης Χριστέ, καὶἈγγέλων στρατιαὶἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.



·  Ἡ ζωὴ πῶς θνήσκεις; πῶς καὶ τάφω οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστάς.



·  Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰΠάθη σου, δι’ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.



·  Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, ἐκ μνημάτων τοὺς θανέντας ἀνιστῶν.



·  Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶἐν μνήματι καινῷκατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.



·  Ἡ ζωὴἐν τάφῳ κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατονὤλεσας, καὶἐπήγασας τῷ Κόσμῳ, τὴν ζωήν.



 Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἐλογίσθης δικαιῶν ἡμᾶςἅπαντας, κακουργίας τοῦἀρχαίου πτερνιστοῦ.



·  Ὁὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.



·  Καὶἐν τάφῳἔδυς, καὶ τῶν κόλπων Χριστὲ τῶν πατρῴων οὐδαμῶςἀπεφοίτησας, τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.



·  Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, τὸν ἀχώρητον ἐν μνήματι σμικρῷ.



·  Ἐν καινῷ μνημείω, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶνἀνεκαίνισας, ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.



·  Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς Ἀδάμ, καὶἐν γῆ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾅδου κατελήλυθας ζητῶν.



·  Ὡς βροτὸς μὲν θνῄσκεις, ἑκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺςἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦἁμαρτιῶν.



·  Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇνεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδάμ.



·  Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦἈδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶἐξέβλυσας κρουνοὺς καθαρτικούς.



·  Ὑπὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.



·  Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι’ ὧν λέλυμαι παθῶν φθοροποιῶν.



·  Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι’ αὐτὸν τῇ φύσει γέγοναςἄνθρωπος, καὶἐσταύρωσαι βουλήματι τῷ σῷ.



·  Οἴμοι, φῶς τοῦ Κόσμου! οἴμοι φῶς τὸἐμόν! Ἰησοῦ μου ποθεινότατεἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.



·  Ὁ Θεὲ καὶ Λόγε, ὦ χαρὰἡἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.



·  Τίς μοι δώσει ὕδωρ, καὶ δακρύων πηγάς, ἡ Θεόνυμφος Παρθένοςἐκραύγαζεν, ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;



·  Ὦ βουνοὶ καὶ νάπαι, καὶἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ τῇ τοῦ Θεοῦἡμῶν Μητρί.



Δόξα Πατρί…



Ἀνυμνοῦμεν Λόγε σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷἉγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.



Καὶ νῦν… Θεοτοκίον



Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν ταφὴν τὴν τριήμερον, τοῦΥἱοῦ σου καὶ Θεοῦἡμῶν πιστῶς.



Καὶ πάλιν τὸ πρῶτον Τροπάριον



Ἡ ζωὴἐν τάφῳ, κατετέθης Χριστέ, καὶἈγγέλων στρατιαὶἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.





Εἶτα Συναπτὴ μικρὰ καὶἡἘκφώνησις



Ὅτι ηὐλόγηταί σου τὸὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶτοῦ Υἱοῦ, καὶ τοῦἁγίου Πνεύματος, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.







Καὶ θυμιάσαντος τοῦἹερέως, ὁ β’χορὸς ἄρχεται τῆς δευτέρας στάσεως.





ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ



Ἦχος πλ. α’



·  Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦἐχθροῦ.



·  Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην, τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.



·  Ἔφριξεν ἡ γῆ, καὶὁἥλιος, Σῶτερ ἐκρύβη, σοῦ τοῦἀνεσπέρου φέγγους Χριστέ, δύναντος ἐν τάφῳ σωματικῶς.



·  Μόνη γυναικῶν, χωρὶς πόνον ἔτεκόν σε τέκνον, πόνους δὲ νῦν φέρω πάθει τῷ σῷ, ἀφορήτους, ἔλεγεν ἡ Σεμνή.



·  Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸνἡπλωμένον γῆ, φρίττουσιν ὁρῶντα τὰ Σεραφίμ.



·  Ῥήγνυται ναοῦ, καταπέτασμα τῇ σῇ σταυρώσει, κρύπτουσι φωστῆρες, Λόγε τὸ φῶς, σοῦ κρυβέντος Ἣλιε ὑπὸ γῆν.



·  Γῆς ὁ κατ’ἀρχάς, μόνῳ νεύματι πήξας τὸν γῦρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν, φρῖξον τῷ θεάματι, οὐρανέ.



·  Θρῆνον ἱερόν, δεῦτε ᾂσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵνα καὶ τὸ χαῖρε ἀκουσώμεθα σὺν αὐταῖς.



·  Μύρον, ἀληθῶς, σὺἀκένωτον ὑπάρχεις Λόγε, ὅθεν σοι καὶ μύρα προσέφερον, ὡς νεκρῷ τῷ ζῶντι, γυναῖκες Μυροφόροι.



·  Ἒπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς ᾍδην φοιτήσαντος, πεπτωκὸς τὸ πρῴην, καὶ νῦν ἐγηγερμένος.



·  Τάφῳ Ἰωσήφ, εὐλαβῶς σὲ τῷ καινῷ συγκρύπτων, ὓμνους ἐξοδίους θεοπρεπεῖς, τοῖς συμμίκτοις θρήνοις μέλπει σοι, Σωτήρ.



·  Σὲ τὸν τοῦ παντός, γλυκασμὸν, ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρόν, δάκρυσι τὰς ὄψεις βρέχει πικρῶς.



·  Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα τὴν ἄδικόν σου σφαγήν, ἔλεγεν ἡ Πάναγνος ἐν κλαυθμῷ.



·  Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω, Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; φρίττων ἀνεβόα ὁἸωσήφ.



·  Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾂδουσι Χριστῷνεκρωθέντι νῦν, ᾄδει δὲ σὺν τούτοις καὶ Σεραφείμ.



·  Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε, καὶ σὺ δ’ ἀναστὰςἐξαστράψειας, μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.



·  Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη Σῶτερ τρόμω, συσχεθεῖσα τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.



·  Μύροις σε Χριστέ, ὁ Νικόδημος καὶὁ εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες. Φρῖξον, ἀνεβόων, πᾶσα ἡ γῆ.



·  Ἴδε Μαθητήν, ὃν ἠγάπησας καὶ σὴν Μητέρα, τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον, ἔκραζε δακρύουσα ἡἉγνή.



·  Ἔδυς τῇ σαρκί, ὁἀνέσπερος εἰς γῆν φωσφόρος, καὶ μὴ φέρων βλέπεινὁἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.



·  Ὕπνωσας μικρόν, καὶἐζώωσας τοὺς τεθνεῶτας, καὶἐξαναστὰςἐξανέστησας, τοὺς ὑπνοῦντας ἐξ αἰῶνος, Ἀγαθέ.



·  Ὣσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.



·  Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν, αὐτὸς δὲἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.



·  Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς ᾍδην καταβέβηκας Χριστέ.



·  Ἤρθη σταυρωθείς, ὁἐν ὕδασι τὴν γῆν κρεμάσας, καὶὡς ἄπνους ἐν αὐτῇ νῦν προσκλίνεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.



·  Ταῦτα Γαβριήλ, μοὶἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη τοῦ Υἱοῦ μου τοῦἸησοῦ.



·  Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία, ἡ γὰρ σὴῥομφαία διέδραμε, τὴν ἐμὴν καρδίαν Ἐμμανουήλ.



·  Ἔφριξεν ἰδών, τὸἀόρατον φῶς σε Χριστέ μου, μνήματι κρυπτόμενονἄπνουν τε, καὶἐσκότασεν ὁἥλιος τὸ φῶς.



·  Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳἑώρακε, σὲ τὸν ἄφραστον καὶἄναρχον Θεόν.



·  Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοιἐφθέγγετο. Μὴ βραδύνης ἡ ζωὴἐν τοῖς νεκροῖς.



·  ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σὲ εἶδεν, Ἣλιε τῆς δόξης ἀθάνατε, καὶἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.



Δόξα Πατρὶ…



Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.



Καὶ νῦν… Θεοτοκίον



Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ εἰρήνευσον αὐτήν ὡς ἀγαθή.



Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον



Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖραςἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦἐχθροῦ.





Εἶτα Συναπτὴ μικρά, καὶἡἘκφώνησις



Ὅτι ἅγιος εἶὁ Θεὸς ἡμῶν, ὁἐπὶ θρόνου δόξης τῶν Χερουβεὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



Καὶ θυμιάσαντος τοῦἹερέως, ὁ α’χορὸς ἄρχεται τῆς τρίτης στάσεως.





ΣΤΑΣΙΣ ΤΡΙΤΗ



Ἠχος γ’



·  Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι, Χριστέ μου.



·  Καθελὼν τοῦ ξύλου, ὁἈριμαθαίας, ἐν τάφῳ σε κηδεύει.



·  Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.



·  Οὓς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.



·  Οὓς ἔθρεψε τὸ μάννα, διδοῦσι τῷ Σωτῆρι, χολὴν καὶὄξος ἅμα.



·  Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!



·  Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.



·  Τὸν ῥύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.



·  Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.



·  Ὢ γλυκύ μου ἔαρ, γλυκύτατόν μου τέκνον, ποῦἔδυ σου τὸ κάλλος;



·  Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;



·  Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυῤῥοοῦσα, τὰ σπλάγχνα κεντουμένη.



·  Ὢ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου τέκνον, πῶς τάφω νῦν καλύπτῃ;



·  Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι Μῆτερ, μὴ θρήνει, ταῦτα πάσχω.



·  Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.



·  Ὄξος ἐποτίσθης, καὶ χολὴν οἰκτίρμον, τὴν πάλαι λύων γεῦσιν.



·  Ἰκρίω προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλῳ νεφέλης σκέπων.



·  Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερόν σοι μύρα.



·  Ἀνάστηθι οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾍδου.



·  Ἀνάστα Ζωοδότα, ἡ σὲ τεκοῦσα Μήτηρ, δακρυῤῥοοῦσα λέγει.



·  Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς σὲἁγνῶς τεκούσης.



·  Οὐράνιαι Δυνάμεις, ἐξέστησαν τῷ φόβω, νεκρὸν σε καθορῶσαι.



·  Τοῖς πόθῳ τε καὶ φόβῳ, τὰ πάθη σου τιμῶσι, δίδου πταισμάτων λύσιν.



·  Ἔῤῥαναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωΐ ἐλθοῦσαι.(τρὶς)



·  Εἰρήνην Ἐκκλησίᾳ, λαῷ σου σωτηρίαν, δώρησαι σῇἐγέρσει.



Δόξα Πατρὶ…



ὪΤριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.



Καὶ νῦν… Θεοτοκίον



Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου, ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.



Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον



Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι, Χριστέ μου.





Συναπτὴ μικρὰ καὶἡ



Ἐκφώνησις



Σὺ γὰρ εἶὁ Βασιλεὺς τῆς εἰρήνης, Χριστὲὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξανἀναπέμπομεν, σὺν τῷἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶἀγαθῷ, καὶζωοποιῷ σου Πνεύματι, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.





Τὰ ἀναστάσιμα εὐλογητάρια.



ὁ α’ χορός



Ἦχος πλ. α’



Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.



Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦθανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμἐγείραντα, καὶἐξ ᾅδου πάντας ἐλευθερώσαντα.



ὁ β’ χορός



Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.



Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.



ὁ α’ χορός



Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,



Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ἐπέστη, πρὸς αὐτὰς ὁἌγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴκλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.



ὁ β’ χορός



Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,



Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.



ὁ α’ χορός



Δόξα Πατρὶ… Τριαδικὸν



Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸἍγιον Πνεῦμα, τὴνἉγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος,Ἅγιος εἶ, Κύριε.



ὁ β’ χορός



Καὶ νῦν… Θεοτοκίον



Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇΕὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁἐκ σοῦσαρκωθείς Θεὸς καὶἄνθρωπος.



ὁ α’ χορός



Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.



ὁ β’ χορός



Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.



ὁ α’ χορός



Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.





Συναπτὴ μικρά, καὶἡ



Ἐκφώνησις



Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…





Ἐξαποστειλάριον



Ἦχος β’



ὁ α’ χορός



Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.



ὁ β’ χορός



Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.



ὁ α’ χορός



Ἅγιος Κύριος…



ὁ β’ χορός



…ὁ Θεὸς ἡμῶν.







Τοῦτο λέγεται ἐκ τρίτου μόνον, καὶ οὐδὲν ἄλλον.





ΑΙΝΟΙ



ὁ α’ χορός



Ἦχος β’.



Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.



ὁ β’ χορός



Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.



ὁ α’ χορός



Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸπλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.



Ἰδιόμελα Ἦχος β’



Σήμερον συνέχει τάφος, τὸν συνέχοντα παλάμῃ τὴν Κτίσιν, καλύπτει λίθος, τὸν καλύψαντα ἀρετῇ τοὺς οὐρανούς, ὑπνοῖἡ ζωή, καὶ ᾅδης τρέμει, καὶἈδὰμ τῶν δεσμῶν ἀπολύεται. Δόξα τῇ σῇ οἰκονομίᾳ, δι’ ἧς τελέσας πάντα σαββατισμὸν αἰώνιον, ἐδωρήσω ἡμῖν, τὴν παναγίαν ἐκ νεκρῶν σουἈνάστασιν.



ὁ β’ χορός



Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶκιθάρᾳ.



ἦχος ὁ αὐτὸς



Τί τὸὁρώμενον θέαμα; Τίς ἡ παροῦσα κατάπαυσις; Ὁ Βασιλεὺς τῶν αἰώνων, τὴν διὰ πάθους τελέσας οἰκονομίαν, ἐν τάφῳ σαββατίζει, καινὸν ἡμῖν παρέχων σαββατισμόν. Αὐτῷ βοήσωμεν. Ἀνάστα ὁ Θεὸς κρίνων τὴν γῆν, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας, ὁἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.



ὁ α’ χορός



Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.



ἦχος ὁ αὐτὸς



Δεῦτε ἴδωμεν τὴν ζωὴν ἡμῶν, ἐν τάφῳ κειμένην, ἵνα τοὺς ἐν τάφοις κειμένους ζωοποιήσῃ, δεῦτε σήμερον, τὸν ἐξ Ἰούδα ὑπνοῦντα θεώμενοι, προφητικῶς αὐτῷἐκβοήσωμεν. Ἀναπεσὼν κεκοίμησαι ὡς λέων, τίς ἐγερεῖ σεΒασιλεῦ; ἀλλ’ ἀνάστηθι αὐτεξουσίως, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν ἑκουσίως. Κύριε δόξα σοι.



ὁ β’ χορός



Ἦχος πλ. β’



Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοιςἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.



ᾘτήσατο Ἰωσήφ, τὸ σῶμα τοῦἸησοῦ, καὶἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ,ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν. Ὁ συντρίψας κράτος θανάτου, καὶἀνοίξας πύλας Παραδείσου ἀνθρώποις, δόξα σοι.



ὁ α’χορὸς



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.



Ἦχος πλ. β’



Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων. Καὶεὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην, τοῦτο γάρ ἐστι τὸ εὐλογημένον Σάββατον, αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸπάντων τῶν ἔργων αὐτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας, καὶ εἰς ὃἦν, πάλιν ἐπανελθὼν, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶφιλάνθρωπος.



ὁ β’ χορός



Καὶ νῦν…Θεοτοκίον ἦχος β’



Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦἐκ σοῦσαρκωθέντος, ὁᾋδης ἠχμαλώτισται, ὁἈδὰμ ἀνακέκληται, ἡ κατάρανενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶἡμεῖςἐζωοποιήθημεν, διὸἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁοὕτως εὐδοκήσας, δόξα σοι.





Δοξολογία Μεγάλη εἰς ἦχον πλ. β’ ( σύντομος)



ὁ α’ χορός



· · Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.



ὁ β’ χορός



· · Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.



ὁ α’ χορός



· · Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲμονογενές, Ἰησοῦ Χριστέ, καὶἍγιον Πνεῦμα,



ὁ β’ χορός



· · Κύριε ὁ Θεός, ὁἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴνἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.



ὁ α’ χορός



· · Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησον ἡμᾶς.



ὁ β’ χορός



· · Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.



ὁ α’ χορός



· · Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.



ὁ β’ χορός



· · Καταξίωσον, Κύριε, ἐν τῇἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναιἡμᾶς.



ὁ α’ χορός



· · Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶδεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.



ὁ β’ χορός



· · Γένοιτο, Κύριε, τὸἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.



ὁ α’ χορός



· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.



ὁ β’ χορός



· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.



ὁ α’ χορός



· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.



ὁ β’ χορός



· · Κύριε, καταφυγὴἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.Ἐγὼ εἶπα΄ Κύριε,ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.



ὁ α’ χορός



· · Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.



ὁ β’ χορός



· · Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.



ὁ α’ χορός



· · Παράτεινον τὸἔλεός σου τοῖς γινώσκουσί σε.



Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.



ὁ β’ χορός



Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.



ὁ α’ χορός



Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.



ὁ β’ χορός



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

ὁ α’ χορός



Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ὁ β’ χορός



Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.





Τρισάγιον ἀργὸν (ἦχος πλ. β’), μέλος ἀρχαῖον ψαλλόμενον κατὰ τὴν διάρκειαν τῆς περιφορᾶς τοῦ Ἐπιταφίου



ὁ α’ χορός



Ἅγιος ὁ Θεός,

ὁ β’ χορός



Ἅγιος Ἰσχυρός,

ὁ α’ χορός



Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.









ὁ Προεστώς: Πρόσχωμεν. Εἰρήνη πᾶσι. Σοφία.







Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴἡἀθάνατος, τότε τὸν ᾋδηνἐνέκρωσας, τῇἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲὁ Θεὸς ἡμῶν, δόξα σοι.







Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁἌγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.







Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἰλήσας καὶἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.







Καὶ εὐθὺς ὁ ἀναγνώστης τὸ τροπάριον τῆς Προφητείας



Ἦχος β’



Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ, ἵνα τῆς τοῦ ᾅδου καταπτώσεως, λυτρώσῃς τὸἀνθρώπινον καὶἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.



Δόξα Πατρὶ…



… Καὶἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.



Καὶ νῦν…



Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ, ἵνα τῆς τοῦ ᾅδου καταπτώσεως, λυτρώσῃς τὸἀνθρώπινον καὶἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.



Προκείμενον Ἦχος δ’. Ψαλμὸς μγ’(43)



Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν.



Στίχ.Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.



Προφητείας Ἰεζεκιὴλ τὸἈνάγνωσμα



(Κεφ. ΛΖ’, 1-14)



Ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου, καὶἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶἔθηκέ μεἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων, καὶ περιήγαγέμε ἐπ’ αὐτά, κύκλωθεν κύκλῳ, καὶἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου τοῦπεδίου, καὶἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρὸς με. Υἱὲἀνθρώπου, εἰ ζήσεται τὰὀστέα ταῦτα; καὶ εἶπα. Κύριε, Κύριε, σὺἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς με. Προφήτευσον ἐπὶ τὰὀστᾶ ταῦτα, καὶἐρεῖς αὐτοῖς. Τὰὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου, τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις. Ἰδοὺἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶἀνάξω εἰς ὑμᾶς σάρκας, καὶἐκτενῶἐφ’ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶγνώσεσθε, ὅτι ἐγὼ εἰμι Κύριος. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοιΚύριος. Καὶἐγένετο φωνὴἐν τῷἐμὲ προφητεῦσαι, καὶἰδοὺ σεισμός, καὶπροσήγαγε τὰὀστᾶ, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶἰδοὺἐπ’ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶἀνέβαινεν ἐπ’ αὐτὰ δέρμα ἐπάνω, καὶπνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρὸς με. Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲἀνθρώπου, προφήτευσον, καὶ εἰπὲ τῷ πνεύματι. Τάδε λέγει Κύριος Κύριος.Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέ, καὶἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα, καθ’ ὅ,τιἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶἔζησαν, καὶἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴπολλὴ σφόδρα. Καὶἐλάλησε Κύριος πρὸς με, λέγων. Υἱὲἀνθρώπου, τὰὀστᾶταῦτα, πᾶς οἶκος Ἰσραὴλ ἐστιν, αὐτοὶ λέγουσι. Ξηρὰ γέγονε τὰὀστᾶἡμῶν,ἀπώλωλεν ἡἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον, καὶ εἰπὲπρὸς αὐτούς. Τάδε λέγει Κύριος Κύριος. Ἰδοὺἐγὼἀνοίγω τὰ μνήματα ὑμῶν, καὶἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦἸσραήλ, καὶ γνώσεσθε, ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷἀνοῖξαί με τοὺς τάφουςὑμῶν, τοῦἀναγαγεῖν μεἐκ τῶν τάφων τὸν λαόν μου. Καὶ δώσω πνεῦμά μου εἰςὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτιἐγὼ Κύριος, ἐλάλησα, καὶ ποιήσω, λέγει Κύριος Κύριος.



ΑΠΟΣΤΟΛΟΣ



Προκείμενον Ἦχος βαρὺς



Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου.



Στίχ.Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.







Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα



(Κεφ. Ε’, 6-8, Γαλ. Γ’, 13-14)



Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθὼς ἐστε ἄζυμοι, καὶ γὰρ τὸ Πάσχα ἡμῶν,ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὥστε ἑορτάζωμεν, μὴἐν ζύμῃ παλαιᾷ, μηδὲἐν ζύμῃκακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶἀληθείας. Χριστὸς γὰρἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ. Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ἵνα εἰς τὰἔθνη ἡεὐλογία τοῦἈβραὰμ γένηται ἐν ΧριστῷἸησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦΠνεύματος λάβωμεν διὰ τῆς πίστεως.







Ἀλληλούϊα Ἦχος πλ. α’



Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ.



Στίχ.Ὡς ἐκλείπει καπνός, ἐκλειπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.



Στίχ. Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοί, ἀπὸ προσώπου τοῦ Θεοῦ.







Εὐαγγέλιον



Κατὰ Ματθαῖον



Τῇἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν συνήχθησαν οἱ ἀρχιερεῖς
 καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ᾽Ηγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος, ῎Εχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

ὁ α’ χορς
Δόξα σοι, Κύριε, δόξα σοι.

Ἐκτενής. Εἴπωμεν πάντες…Πληρώσωμεν τὴν ἑωθινήν…

Ἀπόλυσις
«…῾Ο δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν τά φρικτά Πάθη καί τόν ζωοποιόν Σταυρόν, καί τήν ἑκούσιον ταφήν σαρκί καταδεξάμενος, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν…».
«Δι’ εὐχῶν…».

Πηγή:orthodoxes-anazitiseis 

0 σχόλια:

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..
Χαῖρε, Ξύλον μακάριον.
Recommended Post Slide Out For Blogger
Related Posts Plugin for WordPress, Blogger...

Ιησούς Χριστός

Κάντε κλίκ στην εικόνα, για να διαβάσετε για τον Ιησού Χριστό.

Σήμερα τιμούμε:

Αναγνώστες

Άγιος Νεκτάριος

Αφιέρωμα στον Άγιο προστάτη μου.

Κατεβάστε την android εφαρμογή μας.

Άγιον Όρος/Διαμονή

Βοήθησε κι εσύ

Βοήθησε και συ αν μπορείς, στην Ανέγερση Ιερού Ναού του Αγίου Αντωνίου

Ακούστε Ζωντανά

Ενοχικά παθήματα....

Εξομολόγηση

Οι αιτίες που κάνουν την Πίστη στο Θεό να εξασθενεί και να πεθαίνει.

Χρειάζεσαι Βοήθεια;

Προσθέστε το banner μας

Φιλικά Ορθόδοξα Sites

Δωρεάν Ορθόδοξες εφαρμογές για το κινητό ή το tablet σας. (Free Greek Orthodox Apps on Google Play)

Βιβλίο Επισκεπτών

Προβολές σελίδας

Επισκέπτες

free counters