Υπεραγία Θεοτόκος

Κάντε κλίκ στην εικόνα για να διαβάσετε για την Υπεραγία Θεοτόκο.

Τα πρώτα βήματα του Χριστού

Τα πρώτα βήματα του Χριστού
Η εικόνα βρίσκεται στην Ιερά Μονή Αββά Γερασίμου του Ιορδανίτου κοντά στην Ιεριχώ.

Κατηγορίες

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..



facebook rss

Βρες πότε Γιορτάζεις

Ο Σταυρός

Το Σύμβολο της Πίστεως & Ερμηνεία

Πάτερ Ημών & Ερμηνεία

Προσευχή στο Άγιο Πνεύμα

Πως ονομάζονται και ποιοί είναι οι ύμνοι που ψάλλονται στην Εκκλησία;

Νηστειοδρόμιο 2017

Πίνακας με τις νηστείες & καταλύσεις της Ορθοδόξου Εκκλησίας μας

Κομποσκοίνι

Διάβασε όταν..

Πότε κάνω το Σταυρό μου στις ακολουθίες..

Όταν δεν κάνεις σωστά τον Σταυρό σου

Πώς μπαίνω στο Ναό;

Πότε είμαστε όρθιοι κατά τη Θεία Λειτουργία

Πῶς θά γίνουν τά σώματά μας μετά τήν Δευτέρα Παρουσία

Αντίδωρον

Ψαλμοί

Βασιλική. Από το Blogger.
Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Translate

English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Σάββατο 4 Μαΐου 2013
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF



4 ΜΑΪΟΥ 2013

Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ(πρωΐ)

«Ἡ θεόσωμος ταφὴ καὶἡ εἰς ᾅδου

κάθοδος τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆροςἡμῶν ᾿Ιησοῦ Χριστοῦ».

Πελαγίας μάρτυρος (†290). ῾Ιλαρίου ὁσίου.

ΕΣΠΕΡΙΝΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ Μ. ΒΑΣΙΛΕΙΟΥ 




Περὶὥραν δεκάτην τῆς ἡμέρας σημαίνει. ὁ δὲἹερεὺς ἀλλάσσει στολὴν λευκήν, καὶ Εὐλογήσαντος αὐτοῦ μετὰ τὸν Προοιμιακόν, γίνεται Συναπτὴμεγάλη παρὰ τοῦ Διακόνου. Εἶτα τό, Κύριε ἐκέκραξα…, ἱστῶμεν δὲ Στίχους η’, καὶ ψάλλομεν ΣτιχηρὰἈναστάσιμα τῆς Ὀκτωήχου δ’ καὶἸδιόμελα τῆςἡμέρας γ’.

ὁἹερεύς: Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁἈναγνώστης:Ἀμήν.



· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶΘεῷἡμῶν. 

Ψαλμὸςργ’(103)

· · Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

· · Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡςἱμάτιον.

· · Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰὑπερῷα αὐτοῦ.

· · Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγωνἀνέμων.

· · Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦπυρὸς φλόγα.

· · Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

· · Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονταιὕδατα.

· · Ἀπὸἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

· · Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

· · Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲἐπιστρέψουσι καλύψαι τὴν γῆν.

· · Ὁἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. 

· · Ποτιοῦσι πάντα τὰ θηρία τοῦἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

· · Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

· · Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

· · Ὁἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶνἀνθρώπων.

· · Τοῦἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίανἀνθρώπου.

· · Τοῦἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

· · Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃςἐφύτευσας.

· · Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦἐρωδιοῦἡ κατοικία ἡγεῖται αὐτῶν.

· · Ὄρη τὰὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

· · Ἐποίησε σελήνην εἰς καιρούς ὁἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

· · Ἔθου σκότος, καὶἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

· · Σκύμνοι ὠρυόμενοι τοῦἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

· · Ἀνέτειλεν ὁἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

· · Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸἔργον αὐτοῦ, καὶἐπὶ τὴν ἐργασίαν αὐτοῦἕως ἑσπέρας.

· · Ὡς ἐμεγαλύνθη τὰἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳἐποίησας,ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

· · Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖἑρπετὰὧν οὐκ ἔστινἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

· · Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

· · Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

· · Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητοςἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

· · Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶνἐπιστρέψουσιν.

· · Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶἀνακαινιεῖς τὸπρόσωπον τῆς γῆς.

· · Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖςἔργοις αὐτοῦ.

· · Ὁἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁἁπτόμενος τῶνὀρέων, καὶ καπνίζονται.

· · ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

· · Ἠδυνθείη αὐτῷἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

· · Ἐκλείποιεν ἁμαρτωλοὶἀπὸ τῆς γῆς, καὶἄνομοι, ὥστε μὴὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

· · Ὁἥλιοςἔγνωτὴνδύσιναὐτοῦἔθουσκότος, καὶἐγένετονύξ.

· · Ὡςἐμεγαλύνθητὰἔργασου, Κύριεπάνταἐνσοφίᾳἐποίησας.

ΔόξαΠατρὶ… Καὶνῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ΔόξασοιὁΘεός (ἐκγ‘).

Ἡἐλπὶςἡμῶν, Κύριε, δόξασοι. 


ὁ Διάκονος:

· · ἘνεἰρήνῃτοῦΚυρίουδεηθῶμεν.

· Οἱχοροὶἐναλλάξ: Κύριεἐλέησον. 

· · Ὑπέρτῆςἄνωθενεἰρήνης, καίτῆςσωτηρίαςτῶνψυχῶνἡμῶν,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῆςεἰρήνηςτουσύμπαντοςκόσμου,εὐσταθείαςτῶνἁγίωντουΘεοῦἘκκλησιῶν, καίτῆςτῶνπάντωνἑνώσεως,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτοῦἁγίουοἴκουτούτου, καίτῶνμετὰπίστεως, εὐλαβείας,καὶφόβουΘεοῦεἰσιόντωνἐναὐτῷ, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῶνεὐσεβῶνκαὶὀρθοδόξωνχριστιανῶν, τοῦΚυρίουδεηθῶμεν.

· · ὙπέρτοῦἈρχιεπισκόπουἡμῶν, (τοῦδεῖνος),τοῦτιμίουπρεσβυτερίου,τῆςἐνΧριστῷδιακονίας, παντόςτοῦΚλήρουκαίτοῦΛαοῦ,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῆςπόλεωςταύτης,πάσηςπόλεωςκαὶχώραςκαίτῶνπίστειοἰκούντωνἐναὐταῖς,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπὲρεὐκρασίαςἀέρων,εὐφορίαςτῶνκαρπῶντῆςγῆςκαὶκαιρῶνεἰρηνικῶν, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπὲρπλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων,αἰχμαλώτωνκαίτῆςσωτηρίαςαὐτῶν, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτοῦῥυσθῆναιἡμᾶςἀπὸπάσηςθλίψεως, ὀργῆς,κινδύνουκαὶἀνάγκης, τοῦΚυρίουδεηθῶμεν.

· · Ἀντιλαβοῦ, σῶσον, ἐλέησονκαὶδιαφύλαξονἡμᾶς, ὁΘεός, τῇσῇχάριτι.

· · ΤῆςΠαναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,ΔεσποίνηςἡμῶνΘεοτόκουκαὶἀειπαρθένουΜαρίας,μετὰπάντωντῶνἉγίωνμνημονεύσαντες,ἑαυτοὺςκαὶἀλλήλουςκαὶπᾶσαντὴνζωὴνἡμῶν, ΧριστῷτῷΘεῷπαραθώμεθα.

· ὁα’χορός:ΣοὶΚύριε.

ὁἹερεύς:Ὅτιπρέπεισοι, πᾶσαδόξα, τιμὴκαὶπροσκύνησις,τῷΠατρὶκαὶτῷΥἱῷκαὶτῷἉγίῳΠνεύματι,νῦνκαὶἀεὶκαὶεἰςτοὺςαἰῶναςτῶναἰώνων.

ὁα’Χορός:Ἀμήν.

Εἶτατό, Κύριεἐκέκραξα…, ἱστῶμενδὲΣτίχουςη‘,καὶψάλλομενΣτιχηρὰἈναστάσιματῆςὈκτωήχουδ‘ καὶἸδιόμελατῆςἡμέραςγ‘.

ὁα’ χορός

Ἦχοςα‘ Ψαλμὸςρμ’ (140)

· Κύριεἐκέκραξαπρὸςσέ, εἰσάκουσόνμου, εἰσάκουσόνμου, Κύριε. Κύριε,ἐκέκραξαπρὸςσέ, εἰσάκουσόνμουπρόσχεςτῇφωνῇτῆςδεήσεώςμου,ἐντῷκεκραγέναιμὲπρὸςσὲεἰσάκουσόνμου, Κύριε.

ὁ β’ χορός

· Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός



· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός



· Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός



· Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός



· Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός



· Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός



· Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός



· Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός



· Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός



· Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.



· Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός



· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός



· Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ὁ β’ χορός



· Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός



· Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός



· Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός



· Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός



· Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός



· Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ὁ β’ χορός



· Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

ὁ α’ χορός

· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

ὁ β’ χορός

· Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.



ΣτιχηρὰἈναστάσιμα

ἦχος α’

ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε καὶ παράσχου ἡμῖν, ἄφεσινἁμαρτιῶν, ὅτι μόνος εἶὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.

ἦχος ὁ αὐτὸς

ὁ β’ χορός

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς,ἐκ τῶν ἀνομιῶν ἡμῶν. 

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰσοὶὁἱλασμός ἐστιν.

ἦχος ὁ αὐτὸς

Δεῦτε λαοὶὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴνἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁἐκ τῆς πλάνης τοῦἐχθροῦ, τόν Κόσμον λυτρωσάμενος. 

ὁ β’ χορός

Στίχ.Ἕνεκεν τοῦὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

ἦχος ὁ αὐτὸς

Τῷ Πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇἈναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν. Κύριε δόξα σοι.

ΣτιχηρὰἸδιόμελα

ὁ α’ χορός

Ἦχος πλ. δ’

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτωἸσραὴλ ἐπὶ τὸν Κύριον.

Σήμερον ὁ ᾍδης στένων βοᾷ, συνέφερέ μοι, εἰ τὸν ἐκ Μαρίας γεννηθέντα, μὴὑπεδεξάμην, ἐλθὼν γὰρ ἐπ’ ἐμέ, τὸ κράτος μου ἔλυσε, πύλας χαλκᾶς συνέτριψε, ψυχάς ἃς κατεῖχον τὸ πρίν, Θεὸς ὢν ἀνέστησε. Δόξα Κύριε τῷΣταυρῷ σου, καὶ τῇἈναστάσει σου. 

ὁ β’ χορός

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 

Σήμερον ὁ ᾍδης στένων βοᾷ, συνέφερέ μοι…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν κύριον πάντα τὰἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ἦχος ὁ αὐτὸς

Σήμερον ὁ ᾍδης στένων βοᾷ, κατελύθη μου ἡἐξουσία, ἐδεξάμην θνητόν,ὥσπερ ἕνα τῶν θανόντων, τοῦτον δὲ κατέχειν ὅλως οὐκ ἰσχύω, ἀλλ’ ἀπολῶμετὰ τούτου, ὧν ἐβασίλευον, ἐγὼ εἶχον τοὺς νεκροὺς ἀπ’ αἰῶνος, ἀλλὰ οὗτοςἰδοὺ πάντας ἐγείρει. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇἀναστάσει σου. 

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸἔλεος αὐτοῦἐφ’ ἡμᾶς, καὶἡἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.

Ἦχος ὁ αὐτὸς

Σήμερον ὁ ᾍδης στένων βοᾷ, κατεπόθη μου τὸ κράτος, ὁ ποιμὴν ἐσταυρώθη, καὶ τὸν Ἀδὰμ ἀνέστησεν, ὧνπερ ἐβασίλευον ἐστέρημαι, καὶ οὓς κατέπιονἰσχύσας, πάντας ἐξήμεσα, ἐκένωσε τοὺς τάφους ὁ σταυρωθείς, οὐκ ἰσχύει τοῦθανάτου τὸ κράτος. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇἀναστάσει σου.

ὁ α’χορὸς

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἦχος πλ. β’

Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων. Καὶεὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην, τοῦτο γὰρ ἐστι τὸ εὐλογημένον Σάββατον, αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸπάντων τῶν ἔργων αὐτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας, καὶ εἰς ὃἦν, πάλιν ἐπανελθὼν, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶφιλάνθρωπος.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον Ἦχος α’

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶνἀσωμάτων τὸᾆσμα, καὶ τῶν πιστῶν τὸἐγκαλλώπισμα, αὕτη γὰρ ἀνεδείχθη οὐρανὸς καὶ ναὸς τῆς θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ, καὶ γὰρ αὐτός πολεμήσει, τοὺςἐχθροὺς ὡς παντοδύναμος.


Ἀνάγνωσμα Α’

Γενέσεως τὸἈνάγνωσμα

(Κεφ. Α’, 1-13)

Ἐν ἀρχῇἐποίησεν ὁ Θεὸς τὸν οὐρανόν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. καὶ εἶπεν ὁ θεός Γενηθήτω φῶς. καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία. Καὶ εἶπεν ὁ θεός Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ θεός Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ θεός Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη.




Ἀνάγνωσμα Δ’

Προφητείας Ἰωνᾶ τὸἈνάγνωσμα

(Κεφ. Α’ – Δ’)

Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν, τὸν τοῦἈμαθίλέγων· ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. καὶ ἀνέστη ᾿Ιωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς ᾿Ιόππην καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου. καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι. καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸ θεὸν αὐτοῦ καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾿ αὐτῶν. ᾿Ιωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρρεγχε. καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ρέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα. καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ ᾿Ιωνᾶν. καὶ εἶπον πρὸς αὐτόν· ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ, καὶ τοῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ; καὶ εἶπε πρὸς αὐτούς· δοῦλος Κυρίου εἰμὶ ἐγὼ καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπον πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. καὶ εἶπον πρὸς αὐτόν· τί ποιήσομέν σοι καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. καὶ εἶπεν ᾿Ιωνᾶς πρὸς αὐτούς· ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾿ ὑμᾶς ἐστι. καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς. καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν· μηδαμῶς, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας. καὶ ἔλαβον τὸν ᾿Ιωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον καὶ ἔθησαν θυσίαν τῷ Κυρίῳ καὶ ηὔξαντο τὰς εὐχάς. ΚΑΙ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν ᾿Ιωνᾶν· καὶ ἦν ᾿Ιωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. καὶ προσηύξατο ᾿Ιωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους καὶ εἶπεν· ᾿Εβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου. ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον. καὶ ἐγὼ εἶπα· ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων. κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σὲ Κύριε ὁ Θεός μου. ἐν τῷ ἐκλείπειν ἀπ᾿ ἐμοῦ τὴν ψυχήν μου τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν τὸ ἅγιόν σου. φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. Καὶ προσέταξε Κύριος τῷ κήτει, καὶ ἐξέβαλε τὸν ᾿Ιωνᾶν ἐπὶ τὴν ξηράν. ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν ἐκ δευτέρου λέγων· ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρός σε. καὶ ἀνέστη ᾿Ιωνᾶς καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησε Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν. καὶ ἤρξατο ᾿Ιωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξε καὶ εἶπεν· ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται. καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ Θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν. καὶ περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες· τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα; καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησε. ΚΑΙ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη, καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν· Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με. καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σύ; καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει. καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην. καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθαν, καὶ ἀπεξηράνθη. καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἐπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν. καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου. καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾿ αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο. ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά




Ἀνάγνωσμα ΙΕ’

Προφητείας Δανιὴλ τὸἈνάγνωσμα

(Κεφ. Γ’, 1-23 καὶὝμνου Τριῶν Παίδων 1-33)

ΕΤΟΥΣ ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ, ἐν χώρᾳ Βαβυλῶνος. καὶ ἀπέστειλε συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας, ἡγουμένους τε καὶ τυράννους καὶ τοὺς ἐπ’ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπ’ ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος, ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς, καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος. καὶ ὁ κήρυξ ἐβόα ἐν ἰσχύΐ· ὑμῖν λέγεται, λαοί, φυλαί, γλῶσσαι· ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς ᾿Ιουδαίους τῷ βασιλεῖ Ναβουχοδονόσορ· βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. σὺ βασιλεῦ, ἔθηκας δόγμα πάντα ἄνθρωπον, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. εἰσὶν ἄνδρες ᾿Ιουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράχ, Μισάχ, ᾿Αβδεναγώ, οἳ οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσι, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦσι. τότε Ναβουχοδονόσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ, καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως. καὶ ἀπεκρίθη Ναβουχοδονόσορ καὶ εἶπεν αὐτοῖς· εἰ ἀληθῶς Σεδράχ, Μισάχ, ᾿Αβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε; νῦν οὖν εἰ ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ τίς ἐστι Θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; καὶ ἀπεκρίθησαν Σεδράχ, Μισάχ, ᾿Αβδεναγὼ λέγοντες τῷ βασιλεῖ Ναβουχοδονόσορ· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ρήματος τούτου ἀποκριθῆναί σοι· ἔστι γὰρ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ρύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ· καὶ ἄνδρας ἰσχυροὺς ἰσχύϊ εἶπε πεδήσαντας τὸν Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγὼ ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημίσι καὶ ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, ἐπεὶ τὸ ρῆμα τοῦ βασιλέως ὑπερίσχυσε καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ. καὶ οἱ τρεῖς οὗτοι, Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ, ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι. καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν καὶ εὐλογοῦντες τὸν Κύριον. _____ΠΡΟΣΕΥΧΗ ΑΖΑΡΙΟΥ ΚΑΙ ΥΜΝΟΣ ΤΩΝ ΤΡΙΩΝ :ΚΑΙ συστὰς ᾿Αζαρίας προσύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια, καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν ῾Ιερουσαλήμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν. ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε. μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν διὰ ῾Αβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ ᾿Ισαὰκ τὸν δοῦλόν σου καὶ ᾿Ισραὴλ τὸν ἅγιόν σου, οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ. καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε. καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος Θεὸς μόνος καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην. Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στυππίον καὶ κληματίδα. καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαρακονταεννέα. καὶ διώδευσε καὶ ἐνεπύρισεν οὕς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν ᾿Αζαρίαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς. Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ ηὐλόγουν τὸν Θεὸν ἐν τῇ καμίνῳ λέγοντες· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς πάντας τοὺς αἰῶνας. εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερύμνητος καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβὶμ καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.






ὁ α’ χορός

Ἦχος α’

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.



Εἶτα ὁ μὲν Ἀναγνώστης λέγει τὸν ἑπόμενον Ὕμνον, ἡμεῖς δὲ μεθ’ ἕναἕκαστον τῶν Στίχων αὐτῶν ψάλλομεν, Τὸν Κύριον ὑμνεῖτε, ὡς ἕπεται.

ΥΜΝΟΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

Εὐλογεῖτε, πάντα τὰἔργα Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, ὕδατα πάντα τὰὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶἡμέραι, τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα Υἱόν, καὶἋγιον Πνεῦμα τὸν Κύριον.

ὁ α’ χορός

Τὸν Κύριον ὑμνοῦμεν, καὶὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

ὁ β’ χορός

Τὸν Κύριον ὑμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 


Ἀντὶ τοῦ Τρισαγίου

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.


Προκείμενον Ἦχος πλ. α’

Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι.

Στίχ.Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.



Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

(Κεφ. ς’, 3-11)

Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇτὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇἁμαρτίᾳ. Ὁ γὰρἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες, ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε τῷἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶὑμεῖς λογίζεσθεἑαυτούς, νεκρούς μὲν εἶναι τῇἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν ΧριστῷἸησοῦ τῷΚυρίω ἡμῶν.

ἀντὶ τοῦ «Ἀλληλούΐα» 

Ἦχος βαρὺς

Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖςἔθνεσι.

Τὸν αὐτὸν ψάλλομεν καὶἐν ἑνὶἑκάστῳ τῶν ἑπομένων Στίχων τοῦ Ψαλμοῦπα’, λεγομένων παρὰ τοῦἈναγνώστου χύμα.



Στίχ.Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ Θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.

Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖςἔθνεσι.

Στίχ.Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;

Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖςἔθνεσι.

Στίχ. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.

Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖςἔθνεσι.

Στίχ.Ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦῥύσασθε αὐτόν.

Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖςἔθνεσι. 

Στίχ. Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς.

Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖςἔθνεσι.

Στίχ.Ἐγὼ εἶπα, θεοὶἐστε, καὶ υἱοὶὙψίστου πάντες, ὑμεῖς δὲὡς ἄνθρωποιἀποθνήσκετε, καὶὡς εἷς τῶν ἀρχόντων πίπτετε.

Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖςἔθνεσι.


Τὸ κατὰ Ματθαῖον

Εὐαγγέλιον

Ὀψὲ Σαββάτων, τῇἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία ἡΜαγδαληνὴ καὶἡἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰςἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶἐκάθητο ἐπάνω αὐτοῦ.Ἦν δὲἡ εἰδέα αὐτοῦὡς ἀστραπὴ καὶτὸἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦἐσείσθησαν οἱτηροῦντες καὶἐγενήθησαν ὡς νεκροί.Ἀποκριθεὶς δὲὁἄγγελος εἶπεν ταῖς γυναιξίν, Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι ᾽Ιησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπουἔκειτο. Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦὅτι ᾽Ηγέρθη ἀπὸτῶν νεκρῶν, καὶἰδοὺ προάγειὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺεἶπον ὑμῖν. Καὶἀπελθοῦσαι ταχὺἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμονἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. Καὶἰδοὺ᾽Ιησοῦς ὑπήντησεν αὐταῖς λέγων, Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶπροσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ᾽Ιησοῦς, Μὴ φοβεῖσθε·ὑπάγετεἀπαγγείλατε τοῖςἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ μεὄψονται. Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. Καὶσυναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύριαἱκανὰἔδωκαν τοῖς στρατιώταιςλέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦνυκτὸςἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. Καὶἐὰν ἀκουσθῇ τοῦτοἐπὶ τοῦἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶὑμᾶς ἀμερίμνους ποιήσομεν. Οἱ δὲλαβόντες τὰἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶδιεφημίσθη ὁ λόγος οὗτος παρὰ᾽Ιουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας]. Οἱ δὲἕνδεκα μαθηταὶἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸὄρος οὗἐτάξατο αὐτοῖςὁ᾽Ιησοῦς,καὶἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲἐδίστασαν. Καὶπροσελθὼνὁ᾽Ιησοῦς ἐλάλησεν αὐτοῖς λέγων, ᾽Εδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦἁγίουπνεύματος,διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶἰδοὺἐγὼ μεθ᾽ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦαἰῶνος.Ἀμήν. 

Ἀντὶ δὲ τοῦ Χερουβικοῦ, ψάλλομεν τὸ παρόν Τροπάριον

ὁα’ χορός

Ἦχοςπλ. α‘

Σιγησάτωπᾶσασάρξβροτεία, καὶστήτωμετὰφόβουκαὶτρόμου,καὶμηδὲνγήϊνονἐνἑαυτῇλογιζέσθω, ὁγὰρΒασιλεὺςτῶνβασιλευόντων,καὶΚύριοςτῶνκυριευόντων, προσέρχεταισφαγιασθῆναι,καὶδοθῆναιεἰςβρῶσιντοῖςπιστοῖς, προηγοῦνταιδὲτούτου, οἱχοροὶτῶνἈγγέλων,μετὰπάσηςἀρχῆςκαὶἐξουσίας,…

Μ.Εἴσοδος…(καὶ συνεχίζει ὁ β’χορὸς )

…τὰ πολυόμματα Χερουβείμ, καὶ τὰἑξαπτέρυγα Σεραφείμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ( ἦχος β’, μέλος ἀρχαῖον)


Εἰςτό, Ἐξαιρέτως

ὁα’ χορός

τὸ Μέγα Μεγαλυνάριον

Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν

Ἐπὶσοὶχαίρει, Κεχαριτωμένη, πᾶσαἡκτίσις, Ἀγγέλωντὸσύστημα, καὶἀνθρώπωντὸγένος·ἡγιασμένεναέ, καὶΠαράδεισελογικέ, παρθενικὸνκαύχημα, ἐξἧςΘεόςἐσαρκώθη, καὶπαιδίονγέγονεν, ὁπρὸαἰώνωνὑπάρχωνΘεὸςἡμῶν.

Ἦχος α’ ἐκ τοῦ Κε (μέλος ἀρχαῖον)

Τὴνγὰρσὴνμήτραν, θρόνονἐποίησε, καὶτὴνσὴνγαστέρα, πλατυτέρανοὐρανῶνἀπειργάσατο. ἘπὶσοὶχαίρειΚεχαριτωμένη, πᾶσαἡκτίσις, δόξασοι.


ὁ β’ χορός

Κοινωνικὸν ἦχος α’

Ἐξηγέρθη ὡς ὁὑπνῶν Κύριος, καὶἀνέστη σῴζων ἡμᾶς. Ἀλληλούϊα. 


Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς» τὸ παρὸν

ὁα’ χορός 

ἦχος β’ εἱρμολογικὸς

Μνήσθητι, εὔσπλαγχνε, καὶ ἡμῶν, καθὼς ἐμνημόνευσας τοῦ λῃστοῦ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.



ἦχος β’

Εἴη τὸὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶἕως τοῦ αἰῶνος. (τρίς).



Ἀπόλυσις

«…ὁ ἀναστάς…»

Πηγή:orthodoxes-anazitiseis

0 σχόλια:

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..
Χαῖρε, Ξύλον μακάριον.
Recommended Post Slide Out For Blogger
Related Posts Plugin for WordPress, Blogger...

Ιησούς Χριστός

Κάντε κλίκ στην εικόνα, για να διαβάσετε για τον Ιησού Χριστό.

Σήμερα τιμούμε:

Αναγνώστες

Άγιος Νεκτάριος

Αφιέρωμα στον Άγιο προστάτη μου.

Κατεβάστε την android εφαρμογή μας.

Άγιον Όρος/Διαμονή

Βοήθησε κι εσύ

Βοήθησε και συ αν μπορείς, στην Ανέγερση Ιερού Ναού του Αγίου Αντωνίου

Ακούστε Ζωντανά

Ενοχικά παθήματα....

Εξομολόγηση

Οι αιτίες που κάνουν την Πίστη στο Θεό να εξασθενεί και να πεθαίνει.

Χρειάζεσαι Βοήθεια;

Προσθέστε το banner μας

Φιλικά Ορθόδοξα Sites

Δωρεάν Ορθόδοξες εφαρμογές για το κινητό ή το tablet σας. (Free Greek Orthodox Apps on Google Play)

Βιβλίο Επισκεπτών

Προβολές σελίδας

Επισκέπτες

free counters