Υπεραγία Θεοτόκος

Κάντε κλίκ στην εικόνα για να διαβάσετε για την Υπεραγία Θεοτόκο.

Τα πρώτα βήματα του Χριστού

Τα πρώτα βήματα του Χριστού
Η εικόνα βρίσκεται στην Ιερά Μονή Αββά Γερασίμου του Ιορδανίτου κοντά στην Ιεριχώ.

Κατηγορίες

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..



facebook rss

Βρες πότε Γιορτάζεις

Ο Σταυρός

Το Σύμβολο της Πίστεως & Ερμηνεία

Πάτερ Ημών & Ερμηνεία

Προσευχή στο Άγιο Πνεύμα

Πως ονομάζονται και ποιοί είναι οι ύμνοι που ψάλλονται στην Εκκλησία;

Νηστειοδρόμιο 2017

Πίνακας με τις νηστείες & καταλύσεις της Ορθοδόξου Εκκλησίας μας

Κομποσκοίνι

Διάβασε όταν..

Πότε κάνω το Σταυρό μου στις ακολουθίες..

Όταν δεν κάνεις σωστά τον Σταυρό σου

Πώς μπαίνω στο Ναό;

Πότε είμαστε όρθιοι κατά τη Θεία Λειτουργία

Πῶς θά γίνουν τά σώματά μας μετά τήν Δευτέρα Παρουσία

Αντίδωρον

Ψαλμοί

Βασιλική. Από το Blogger.
Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Translate

English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Τετάρτη 1 Μαΐου 2013
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


2 ΜΑΪΟΥ 2013

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ(πρωΐ).

ΕΣΠΕΡΙΝΟΣ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ



Περὶ ὥραν η’ σημαίνει. Εὐλογήσαν τος δὲ τοῦ Ἀρχιερέως ἢ τοῦ Ἱερέως ,ἀρχόμεθα τοῦ Λυχνικοῦ. καὶ μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη.



ὁ Ἱερεύς: Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



ὁἈναγνώστης:Ἀμήν.



· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.

· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶΘεῷἡμῶν. 

Ψαλμὸς 103

· · Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

· · Ἐξομολόγησιν κα ὶμεγαλο πρέπει αν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

· · Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶδέῤῥιν,ὁστεγάζωνἐνὕδασιντὰὑπερῷααὐτοῦ.
· · Ὁτιθεὶςνέφητὴνἐπίβασιναὐτοῦ, ὁπεριπατῶνἐπὶπτερύγωνἀνέμων.

· · ὉποιῶντοὺςἈγγέλουςαὐτοῦπνεύματα,καὶτοὺςλειτουργοὺςαὐτοῦπυρὸςφλόγα.

· · Ὁθεμελιῶντὴνγῆνἐπὶτὴνἀσφάλειαναὐτῆς,οὐκλιθήσεταιεἰςτὸναἰῶνατοῦαἰῶνος.

· · Ἄβυσσοςὡςἱμάτιοντὸπεριβόλαιοναὐτοῦ,ἐπὶτῶνὀρέωνστήσονταιὕδατα.

· · Ἀπὸἐπιτιμήσεώςσουφεύξονται, ἀπὸφωνῆςβροντῆςσουδειλιάσουσιν.

· · Ἀναβαίνουσινὄρη, καὶκαταβαίνουσιπεδίαεἰςτόπον,ὃνἐθεμελίωσαςαὐτά.

· · Ὅριονἔθου, ὃοὐπαρελεύσονται, οὐδὲἐπιστρέψουσικαλύψαιτὴνγῆν.

· · Ὁἐξαποστέλλωνπηγὰςἐνφάραγξιν,ἀνάμεσοντῶνὀρέωνδιελεύσονταιὕδατα. 

· · Ποτιοῦσιπάντατὰθηρίατοῦἀγροῦ,προσδέξονταιὄναγροιεἰςδίψαναὐτῶν.

· · Ἐπ‘αὐτὰτὰπετεινὰτοῦοὐρανοῦκατασκηνώσειἐκμέσουτῶνπετρῶνδώσουσιφωνήν.

· · Ποτίζωνὄρηἐκτῶνὑπερώωναὐτοῦἀπὸκαρποῦτῶνἔργωνσουχορτασθήσεταιἡγῆ.

· · Ὁἐξανατέλλωνχόρτοντοῖςκτήνεσι,καὶχλόηντῇδουλείᾳτῶνἀνθρώπων.

· · Τοῦἐξαγαγεῖνἄρτονἐκτῆςγῆςκαὶοἶνοςεὐφραίνεικαρδίανἀνθρώπου.

· · Τοῦἱλαρῦναιπρόσωπονἐνἐλαίῳκαὶἄρτοςκαρδίανἀνθρώπουστηρίζει.

· · Χορτασθήσεταιτὰξύλατοῦπεδίου, αἱκέδροιτοῦΛιβάνου, ἃςἐφύτευσας.

· · Ἐκεῖστρουθίαἐννοσσεύσουσι, τοῦἐρωδιοῦἡκατοικίαἡγεῖταιαὐτῶν.

· · Ὄρητὰὑψηλὰταῖςἐλάφοις, πέτρακαταφυγὴτοῖςλαγῳοῖς.

· · Ἐποίησεσελήνηνεἰςκαιρούςὁἥλιοςἔγνωτὴνδύσιναὐτοῦ.

· · Ἔθουσκότος,καὶἐγένετονύξἐναὐτῇδιελεύσονταιπάντατὰθηρίατοῦδρυμοῦ.

· · Σκύμνοιὠρυόμενοιτοῦἁρπᾶσαι, καὶζητῆσαιπαρὰτῷΘεῷβρῶσιναὐτοῖς.

· · Ἀνέτειλενὁἥλιος, καὶσυνήχθησαν,καὶεἰςτὰςμάνδραςαὐτῶνκοιτασθήσονται.

· · Ἐξελεύσεταιἄνθρωποςἐπὶτὸἔργοναὐτοῦ,καὶἐπὶτὴνἐργασίαναὐτοῦἕωςἑσπέρας.

· · Ὡςἐμεγαλύνθητὰἔργασου, Κύριε, πάνταἐνσοφίᾳἐποίησας,ἐπληρώθηἡγῆτῆςκτίσεώςσου.

· · Αὕτηἡθάλασσαἡμεγάληκαὶεὐρύχωρος,ἐκεῖἑρπετὰὧνοὐκἔστινἀριθμός, ζῷαμικρὰμετὰμεγάλων.

· · Ἐκεῖπλοῖαδιαπορεύονται, δράκωνοὗτος, ὃνἔπλασαςἐμπαίζειναὐτῇ.

· · Πάνταπρὸςσὲπροσδοκῶσι, δοῦναιτὴντροφὴναὐτῶν εἰςεὔκαιρονδόντοςσουαὐτοῖςσυλλέξουσιν.

· · Ἀνοίξαντόςσουτὴνχεῖρα,τὰσύμπανταπλησθήσονταιχρηστότητοςἀποστρέψαντοςδέσουτὸπρόσωπον,ταραχθήσονται.

· · Ἀντανελεῖςτὸπνεῦμααὐτῶν, καὶἐκλείψουσι,καὶεἰςτὸνχοῦναὐτῶνἐπιστρέψουσιν.

· · Ἐξαποστελεῖςτὸπνεῦμασου, καὶκτισθήσονται,καὶἀνακαινιεῖςτὸπρόσωποντῆςγῆς.

· · ἬτωἡδόξαΚυρίουεἰςτοὺςαἰῶναςεὐφρανθήσεταιΚύριοςἐπὶτοῖςἔργοιςαὐτοῦ.

· · Ὁἐπιβλέπωνἐπὶτὴνγῆν, καὶποιῶναὐτὴντρέμεινὁἁπτόμενοςτῶνὀρέων,καὶκαπνίζονται.

· · ᾊσωτῷΚυρίῳἐντῇζωῇμου, ψαλῶτῷΘεῷμουἕωςὑπάρχω.

· · Ἠδυνθείηαὐτῷἡδιαλογήμου, ἐγὼδὲεὐφρανθήσομαιἐπὶτῷΚυρίῳ.

· · Ἐκλείποιενἁμαρτωλοὶἀπὸτῆςγῆς, καὶἄνομοι, ὥστεμὴὑπάρχειναὐτούς.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

· · Ὁἥλιοςἔγνωτὴνδύσιναὐτοῦἔθουσκότος, καὶἐγένετονύξ.

· · Ὡςἐμεγαλύνθητὰἔργασου, Κύριεπάνταἐνσοφίᾳἐποίησας.

ΔόξαΠατρὶ… Καὶνῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ΔόξασοιὁΘεός (ἐκγ‘).

Ἡἐλπὶςἡμῶν, Κύριε, δόξασοι.



· · ἘνεἰρήνῃτοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῆςἄνωθενεἰρήνης, καίτῆςσωτηρίαςτῶνψυχῶνἡμῶν,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῆςεἰρήνηςτοῦσύμπαντοςκόσμου,εὐσταθείαςτῶνἁγίωντουΘεοῦἘκκλησιῶν, καίτῆςτῶνπάντωνἑνώσεως,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτοῦἁγίουοἴκουτούτου, καίτῶνμετὰπίστεως, εὐλαβείας,καὶφόβουΘεοῦεἰσιόντωνἐναὐτῷ, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῶνεὐσεβῶνκαὶὀρθοδόξωνχριστιανῶν, τοῦΚυρίουδεηθῶμεν.

· · ὙπέρτουἈρχιεπισκόπουἡμῶν, (τοῦδεῖνος), τοῦτιμίουπρεσβυτερίου,τῆςἐνΧριστῷδιακονίας, παντόςτοῦΚλήρουκαίτοῦΛαοῦ,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτῆςπόλεωςταύτης,πάσηςπόλεωςκαὶχώραςκαίτῶνπίστειοἰκούντωνἐναὐταῖς,τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπὲρεὐκρασίαςἀέρων,εὐφορίαςτῶνκαρπῶντῆςγῆςκαὶκαιρῶνεἰρηνικῶν, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπὲρπλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων,αἰχμαλώτωνκαίτῆςσωτηρίαςαὐτῶν, τοῦΚυρίουδεηθῶμεν.

· · Ὑπέρτοῦῥυσθῆναιἡμᾶςἀπὸπάσηςθλίψεως, ὀργῆς,κινδύνουκαὶἀνάγκης, τοῦΚυρίουδεηθῶμεν.

· · Ἀντιλαβοῦ, σῶσον, ἐλέησονκαὶδιαφύλαξονἡμᾶς, ὁΘεός, τῇσῇχάριτι.

· · ΤῆςΠαναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,ΔεσποίνηςἡμῶνΘεοτόκουκαὶἀειπαρθένουΜαρίας,μετὰπάντωντῶνἉγίωνμνημονεύσαντες,ἑαυτοὺςκαὶἀλλήλουςκαὶπᾶσαντὴνζωὴνἡμῶν, ΧριστῷτῷΘεῷπαραθώμεθα.

· Ὁ Χορός: Σοὶ Κύριε.

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶτῷἉγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:Ἀμήν.

ὁ α’ χορός

Ἦχος β’ Ψαλμὸς ρμ’ (140)

· Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε,ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός

· Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.



ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰσοὶὁἱλασμός ἐστιν.

Ἰδιόμελα Ἦχος β’

Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι.

ὁ β’ χορός

Στίχ.Ἕνεκεν τοῦὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

ἦχος ὁ αὐτὸς

Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων…

ὁ α’ χορός

Στίχ.Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτωἸσραὴλ ἐπὶ τὸν Κύριον.

ἦχος ὁ αὐτὸς

Ἰούδας ὁ παράνομος Κύριε, ὁ βάψας ἐν τῷ δείπνῳ τὴν χεῖρα, ἐν τῷ τρυβλίῳ μετὰ σοῦ, ἐξέτεινεν ἀνόμως τὰς χεῖρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος τιμήν, σὲ τὸν ἀτίμητον οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι, τὸν Δεσπότην κατεφίλησε δολίως, εἰς τὸ προδοῦναι τοῖς ἀνόμοις, χοροῦ δὲ Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν οὐκ εἶδε, δι’ ἧς ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ.Ὅτι παρὰ τῷ Κυρίῳ τὸἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 

ἦχος ὁ αὐτὸς

Ἰούδας ὁ προδότης δόλιος ὢν, δολίῳ φιλήματι παρέδωκε τὸν Σωτῆρα Κύριον, τὸν Δεσπότην τῶν ἁπάντων, ὡς δοῦλον πέπρακε τοῖς παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος.

ὁ α’ χορός

Στίχ.Αἰνεῖτε τὸν κύριον πάντα τὰἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ἦχος ὁ αὐτὸς

Ἰούδας ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη, ἠκολούθει γὰρ τῷ Διδασκάλῳ, καὶ καθ’ ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ. Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλῳ κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐκραταιώθη τὸἔλεος αὐτοῦἐφ’ ἡμᾶς, καὶἡἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.

ἦχος ὁ αὐτὸς

Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.

Ἦχος πλ. β’

ὁ α’ χορὸς

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Ἦχος πλ. β’

Γέννημα ἐχιδνῶν, ἀληθῶς ὁἸούδας, φαγόντων τὸ Μάννα ἐν τῇἐρήμῳ, καὶγογγυζόντων κατὰ τοῦ τροφέως, ἔτι γὰρ τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, κατελάλουν τοῦ Θεοῦ οἱἀχάριστοι, καὶ οὗτος ὁ δυσσεβής, τὸν οὐράνιον Ἄρτον, ἐν τῷ στόματι βαστάζων, κατὰ τοῦ Σωτῆρος τὴν προδοσίαν εἰργάσατο. Ὢ γνώμης ἀκορέστου, καὶ τόλμης ἀπανθρώπου! τὸν τρέφονταἐπώλει, καὶὃν ἐφίλει Δεσπότην, παρεδίδου εἰς θάνατον, ὄντως ἐκείνων υἱὸς ὁπαράνομος, καὶ σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσατο. Ἀλλὰ φεῖσαι Κύριε, τοιαύτης ἀπανθρωπίας τὰς ψυχὰς ἡμῶν, ὁ μόνος ἐν μακροθυμίᾳἀνείκαστος.

Εἴσοδος.

Σοφία Ὀρθοί !



Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάρκαρος,Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σεἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸὁκόσμος σὲ δοξάζει.



Ἑσπέρας !

Προκείμενον Ἦχος α’ Ψαλμὸς ρλθ’(139)

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

Στίχ. Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ.



Τῆς Ἐξόδου τὸἈνάγνωσμα

(Κεφ. ΙΘ’, 10-19)

Εἶπε Κύριος πρὸς Μωϋσῆν΄ καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰἱμάτια αὐτῶν, καὶἔστωσανἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην, τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεται Κύριοςἐπὶ τὸὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ. Καὶἀφοριεῖς τὸν λαὸν κύκλῳλέγων. Προσέχετε ἑαυτοῖς τοῦἀναβῆναι εἰς τὸὄρος, καὶ θίγειν τι αὐτοῦ, πᾶςὁἁψάμενος τοῦὄρους, θανάτῳ τελευτήσει, οὐχ ἅψεται αὐτοῦ χείρ, ἐν γὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται, ἐάν τε κτῆνος, ἐάν τεἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ αἱ φωναί, καὶ αἱ σάλπιγγες, καὶἡ νεφέληἀπέλθῃ ἀπὸ τοῦὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸὄρος. Κατέβη δὲ Μωϋσῆς ἐκ τοῦὄρους πρὸς τὸν λαόν, καὶἡγίασεν αὐτούς, καὶἔπλυναν τὰἱμάτια αὐτῶν. Καὶ εἶπε τῷ λαῷ. Γίνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί.Ἐγένετο δὲ τῇἡμέρᾳ τῇ τρίτῃ, γενηθέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶκαὶἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὄρους Σινᾶ΄ φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶἐπτοήθη πᾶς ὁ λαός, ὃς ἦν ἐν τῇ παρεμβολῇ. Καὶἐξήγαγε Μωϋσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸτὸὄρος΄ Τὸὄρος τὸ Σινᾶἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ’ αὐτὸἐν πυρί, ἀνέβαινε δὲὁ καπνός, ὡσεὶἀτμὶς καμίνου, καὶἐξέστη πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος, προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.



Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς νη’

Ἐξελοῦ μεἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Στίχ.Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν.



Ἰὼβ τὸἈνάγνωσμα

(Κεφ. ΛΗ’, 1-21 ΜΒ’, 1-5)

Εἶπε Κύριος τῷἸώβ, διὰ λαίλαπος καὶ νεφῶν. Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; Ζῶσαι, ὥσπερ ἀνήρ, τήνὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δὲ μοιἀποκρίθητι. Ποῦἦς ἐν τῷ θεμελιοῦν μετὴν γῆν; ἀπάγγειλον δὲ μοι, εἰἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰοἶδας; ἢ τὶς ὁἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς; ἐπί, τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τὶς δὲἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς; ὅτε ἐγενήθησανἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες Ἀγγελοί μου, ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη, ἐθέμην δὲ αὐτῇνέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα, ἐθέμην δὲ αὐτῇὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. Εἶπον δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. Ἡἐπὶ σοῦσυντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; Ἢ σύ, λαβών πηλόν, ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲἀπὸἀσεβῶν τὸ φῶς, βραχίονα δὲὑπερηφάνων συνέτριψας; ἦλθες δὲἐπὶ πηγὴν θαλάσσης, ἐν δὲἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντές σε, ἔπτηξαν; νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν. Ἀνάγγειλον δὲ μοι, πόση τίς ἐστι; ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος τόπος; Εἰἀγάγοις μὲ εἰς ὅρια αὐτῶν, εἰ καὶἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα ὅτι τότε γεγένησαι, ἀριθμὸς δὲἐτῶν σου πολύς; Ὑπολαβὼν δὲἸὼβ τῷ Κυρίῳ λέγει. Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δὲ σοι οὐδέν. Τίς γὰρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκἐπιστάμην. Ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω, ἐρωτήσω δὲ σε, σὺ δὲ μεδίδαξον, ἀκοὴν μὲν ὠτός, ἤκουόν σου τὸ πρότερον, νυνὶ δέ, ὁὀφθαλμός μου,ἑώρακέ σε.

Προφητείας Ἡσαΐου τὸἈνάγνωσμα

(Κεφ. Ν’ 4-11)

Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον,ἔθηκέ με πρωΐ πρωΐ, προσέθηκέ μοιὠτίον τοῦἀκούειν, καὶ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲἀντιλέγω. Τὸν νῶτόν μουἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ Κύριος, Κύριος βοηθὸς μοιἐγενήθη. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶὅτι ἐγγίζει ὁ δικαιώσας με. Τὶςὁ κρινόμενός μοι; ἀντιστήτω μοιἅμα, καὶ τὶς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι.Ἰδοὺ Κύριος, Κύριος βοηθήσει μοι, τὶς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς, ὡςἱμάτιον, παλαιωθήσεσθε, καὶὡς σὴς καταφάγεται ὑμᾶς. Τὶς ἐν ὑμῖν ὁφοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱπορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷὀνόματι Κυρίου, καὶἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶκατισχύετε φλόγα, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇφλογὶἢἐξεκαύσατε, δι’ ἐμὲἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.



ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’χορός
Κύριε ἐλέησον.

ὁ Ἱερεύς:Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…


τὸΤρισάγιον


εἶτατὸνἈπόστολον

ΠροκείμενονἮχοςβαρὺς

Οἱἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.

Στίχ. Ἵνα τίἐφρύαξαν ἔθνη, καὶ λαοί. 

Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

(Κέφ. ΙΑ’, 23-32)

Ἀδελφοί, ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ ΚύριοςἸησοῦς ἐν τῇ νυκτί, ἧ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε, Λάβετε, φάγετε, τούτο μουἐστι τὸ σῶμα, τὸὑπὲρ ὑμῶν κλώμενον, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸδειπνῆσαι, λέγων. Τοῦτο τὸ ποτήριον, ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷἐμῷ αἵματι. τοῦτο ποιεῖτε, Ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂνἐσθίητε τὸν ἄρτον τοῦτον, καί τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦΚυρίου καταγγέλλετε, ἄχρις οὗἂν ἔλθῃ. Ὥστε, ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον,ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶαἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦἄρτουἐσθιέτω, καὶἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γάρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμαἑαυτῷἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶἀσθενεῖς καὶἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

Ἀλληλούϊα Ἦχος πλ. β’

Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.

Στίχ. Οἱἐχθροί μου εἶπον κακὰ μοι. Πότε ἀποθανεῖται, καὶἀπολεῖται τὸὄνομα αὐτοῦ.

Στίχ.Ὁἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.




Εὐαγγέλιον

Κατὰ Ματθαῖον

(κστ΄ 2 – 20, Ἰω.

ιγ΄ 3 – 17, Ματθ.

κστ΄ 21 – 39, Λουκ.

κβ΄ 43 – 44, Ματθ.

κστ΄ 40 – 75, κζ’΄ 1 – 2)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶὁ υἱὸς τοῦἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Τότε συνήχθησαν οἱἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳκρατήσωσι καὶἀποκτείνωσιν. ἔλεγον δέ· Μὴἐν τῇἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷλαῷ. Τοῦ δὲἸησοῦ γενομένου ἐν Βηθανίᾳἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦἀνακειμένου. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦἠγανάκτησαν λέγοντες· Εἰς τίἡἀπώλεια αὕτη; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. γνοὺς δὲὁἸησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί;ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐπάντοτε ἔχετε. βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸἐνταφιάσαι με ἐποίησεν. ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτοἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶὃἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, καὶἐγὼὑμῖν παραδώσω αὐτόν; οἱ δὲἔστησαν αὐτῷ τριάκονταἀργύρια. καὶἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. Τῇ δὲ πρώτῃ τῶνἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷἸησοῦ λέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. καὶἐποίησαν οἱ μαθηταὶὡς συνέταξεν αὐτοῖς ὁἸησοῦς, καὶἡτοίμασαν τὸπάσχα. Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. εἰδὼς ὁ δὲὁἸησοῦς ὅτι πάντα δέδωκεν αὐτῷὁ πατὴρ εἰς τὰς χεῖρας, καὶὅτι ἀπὸ Θεοῦἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶἐκμάσσειν τῷ λεντίῳᾧἦν διεζωσμένος. ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷΠέτρος· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷὁἸησοῦς· Ἐὰν μὴνίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. λέγει αὐτῷὁἸησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶὑμεῖς καθαροίἐστε,ἀλλ’ οὐχὶ πάντες. ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροίἐστε. Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶἔλαβε τὰἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶὁ Διδάσκαλος, καὶὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼἐποίησα ὑμῖν, καὶὑμεῖς ποιῆτε. ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. εἰ ταῦτα οἴδατε, μακάριοίἐστε ἐὰν ποιῆτε αὐτά. . καὶἐσθιόντων αὐτῶν εἶπεν·Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷἕκαστος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; ὁ δὲἀποκριθεὶς εἶπεν· Ὁἐμβάψας μετ’ ἐμοῦἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει. ὁ μὲν υἱὸς τοῦἀνθρώπουὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷἀνθρώπῳἐκείνῳ δι’ οὗὁ υἱὸς τοῦἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁἄνθρωπος ἐκεῖνος. ἀποκριθεὶς δὲἸούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺεἶπας. Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁἸησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασε καὶἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· Λάβετε φάγετε· τοῦτόἐστι τὸ σῶμά μου· καὶλαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰςἄφεσιν ἁμαρτιῶν. λέγω δὲὑμῖν ὅτι οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇβασιλείᾳ τοῦ πατρός μου. Καὶὑμνήσαντες ἐξῆλθον εἰς τὸὄρος τῶν ἐλαιῶν. Τότε λέγει αὐτοῖς ὁἸησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· μετὰ δὲτὸἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ἀποκριθεὶς δὲὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. ἔφη αὐτῷὁἸησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶςἀπαρνήσῃ με. λέγει αὐτῷὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶἀποθανεῖν, οὐ μή σεἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. Τότε ἔρχεται μετ’ αὐτῶνὁἸησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦἕως οὗἀπελθὼν προσεύξωμαι ἐκεῖ. καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶἀδημονεῖν. τότε λέγει αὐτοῖς ὁἸησοῦς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω,ἀλλ’ ὡς σύ. 4ὤφθη δὲ αὐτῷἄγγελος ἀπ’ οὐρανοῦἐνισχύων αὐτὸν. καὶ γενόμενος ἐνἀγωνίᾳἐκτενέστερον προσηύχετο. ἐγένετο δὲὁἱδρὼς αὐτοῦὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. καὶἀναστὰς ἀπὸ τῆς προσευχῆς ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ! γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ’ἐμοῦἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. καὶἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱὀφθαλμοὶ βεβαρημένοι. καὶἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν. τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶἀναπαύεσθε! ἰδοὺἤγγικεν ἡὥρα καὶὁυἱὸς τοῦἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. ἐγείρεσθε, ἄγωμεν·ἰδοὺἤγγικεν ὁ παραδιδούς με. Καὶἔτι αὐτοῦ λαλοῦντος ἰδοὺἸούδας εἷς τῶν δώδεκαἦλθε, καὶ μετ’ αὐτοῦὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶπρεσβυτέρων τοῦ λαοῦ. ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστι· κρατήσατε αὐτόν. καὶ εὐθέως προσελθὼν τῷἸησοῦ εἶπε· Χαῖρε,ῥαββί, καὶ κατεφίλησεν αὐτόν. ὁ δὲἸησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ὃ πάρει; τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶἐκράτησαν αὐτόν. καὶἰδοὺ εἷς τῶν μετὰἸησοῦἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸὠτίον. τότε λέγει αὐτῷὁἸησοῦς· Ἀπόστρεψον σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃἀποθανοῦνται. ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; πῶς οὖν πληρωθῶσιν αἱγραφαὶὅτι οὕτω δεῖ γενέσθαι; Ἐν ἐκείνῃ τῇὥρᾳ εἶπεν ὁἸησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶλῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν πρὸς ὑμᾶςἐκαθεζόμην διδάσκων ἐν τῷἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸνἔφυγον. Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷἀπὸμακρόθεν ἕως τῆς αὐλῆς τοῦἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶνὑπηρετῶν ἰδεῖν τὸ τέλος. οἱ δὲἀρχιερεῖς οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλονἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦἸησοῦὅπως θανατώσωσιν αὐτὸν, καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες εἶπον· Οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰτριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτὸν. καὶἀναστὰς ὁἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲνἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲἸησοῦς ἐσιώπα. καὶἀποκριθεὶςὁἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺεἶὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. λέγει αὐτῷὁἸησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτιὄψεσθε τὸν υἱὸν τοῦἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶἐρχόμενον ἐπὶτῶν νεφελῶν τοῦ οὐρανοῦ. τότε ὁἀρχιερεὺς διέρρηξε τὰἱμάτια αὐτοῦ λέγων ὅτιἘβλασφήμησε· τίἔτι χρείαν ἔχομεν μαρτύρων;ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· τίὑμῖν δοκεῖ; οἱ δὲἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστί. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶἐκολάφισαν αὐτόν, οἱ δὲἐρράπισαν λέγοντες· Προφήτευσονἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶπροσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺἦσθα μετὰἸησοῦ τοῦ Γαλιλαίου. ὁδὲἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· Ἐκεῖ καὶ οὗτος ἦν μετὰἸησοῦ τοῦΝαζωραίου. καὶ πάλιν ἠρνήσατο μεθ’ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. μετὰμικρὸν δὲ προσελθόντες οἱἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺἐξ αὐτῶν εἶ· καὶγὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. τότε ἤρξατο καταθεματίζειν καὶὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. καὶἐμνήσθη ὁ Πέτρος τοῦῥήματοςἸησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶἐξελθὼν ἔξωἔκλαυσε πικρῶς. Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱἀρχιερεῖς καὶ οἱπρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦἸησοῦὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸνἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷἡγεμόνι.

ὁ α’ χορός

Δόξα σοι, Κύριε, δόξα σοι.


Ἀντὶ Χερουβικοῦ τὸ παρὸν Τροπάριον

Ἦχος πλ. β’

ὁ α’χορὸς

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε, οὐμὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερὁἸούδας…



Μ.Εἴσοδος…( συνεχίζει πάλιν ὁ α’χορὸς)



… ἀλλ’ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇΒασιλείᾳ σου.




Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου
( ἦχος β’, μέλος ἀρχαῖον)


Εἰςτό, Ἐξαιρέτως

ὁα’ χορός

τὸ Μέγα Μεγαλυνάριον

Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν

Ἐπὶσοὶχαίρει, Κεχαριτωμένη, πᾶσαἡκτίσις, Ἀγγέλωντὸσύστημα, καὶἀνθρώπωντὸγένος·ἡγιασμένεναέ, καὶΠαράδεισελογικέ, παρθενικὸνκαύχημα, ἐξἧςΘεόςἐσαρκώθη, καὶπαιδίονγέγονεν, ὁπρὸαἰώνωνὑπάρχωνΘεὸςἡμῶν.

Ἦχος α’ ἐκ τοῦ Κε (μέλος ἀρχαῖον)

Τὴνγὰρσὴνμήτραν, θρόνονἐποίησε, καὶτὴνσὴνγαστέρα, πλατυτέρανοὐρανῶνἀπειργάσατο. ἘπὶσοὶχαίρειΚεχαριτωμένη, πᾶσαἡκτίσις, δόξασοι.




Ἀντὶ Κοινωνικοῦ

ὁβ’ χορός

Ἦχος πλ. β’

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε, οὐμὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερὁἸούδας, ἀλλ’ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.



Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…»

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε, οὐμὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερὁἸούδας, ἀλλ’ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Ἀντὶ τοῦ «Πληρωθήτω»

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε, οὐμὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερὁἸούδας, ἀλλ’ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.



ἦχος β’

Εἴη τὸὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

«…῾Ο δι’ ὑπερβάλλουσαν ἀγαθότητα ὁδόν ἀρίστην τήν ταπείνωσιν ὑποδείξας ἐν τῷ νῖψαι τούς πόδας τῶν Μαθητῶν καί μέχρι Σταυροῦ καί Ταφῆς συγκαταβάς ἡμῖν Χριστός ὁ ἀληθινός Θεός…»

Πηγή:orthodoxes-anazitiseis

0 σχόλια:

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..

Καλώς Ήρθατε στο ιστολόγιο μας. Η προσπάθειά μας είναι μόνο προς Δόξαν Θεού..
Χαῖρε, Ξύλον μακάριον.
Recommended Post Slide Out For Blogger
Related Posts Plugin for WordPress, Blogger...

Ιησούς Χριστός

Κάντε κλίκ στην εικόνα, για να διαβάσετε για τον Ιησού Χριστό.

Σήμερα τιμούμε:

Αναγνώστες

Άγιος Νεκτάριος

Αφιέρωμα στον Άγιο προστάτη μου.

Κατεβάστε την android εφαρμογή μας.

Άγιον Όρος/Διαμονή

Βοήθησε κι εσύ

Βοήθησε και συ αν μπορείς, στην Ανέγερση Ιερού Ναού του Αγίου Αντωνίου

Ακούστε Ζωντανά

Ενοχικά παθήματα....

Εξομολόγηση

Οι αιτίες που κάνουν την Πίστη στο Θεό να εξασθενεί και να πεθαίνει.

Χρειάζεσαι Βοήθεια;

Προσθέστε το banner μας

Φιλικά Ορθόδοξα Sites

Δωρεάν Ορθόδοξες εφαρμογές για το κινητό ή το tablet σας. (Free Greek Orthodox Apps on Google Play)

Βιβλίο Επισκεπτών

Προβολές σελίδας

Επισκέπτες

free counters